1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἐὰν ἔνδον διαπαντὸς ἀποκλείηται, φθόνῳ καὶ ὄκνῳ καὶ τηκεδόνι φθειρομένης τῆς ψυχῆς καὶ κατεσθιομένης, κατασβέννυται ταχέως· ἂν δὲ, ὥσπερ εἰς ἄρουραν εὔφορον, εἰς τὰς τῶν ἀδελφῶν ψυχὰς διασπείρηται, πολυπλασίων ὁ θησαυρὸς καὶ τοῖς ὑποδεχομένοις, καὶ τῷ κεκτημένῳ. Καὶ καθάπερ πηγὴ συνεχῶς μὲν ἐξαντλουμένη καθαίρεται μᾶλλον καὶ ἀναβλύζει πλέον, καταχωννυμένη δὲ ἀποπνίγεται· οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλικὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον· βασκανίᾳ δὲ καὶ φθόνῳ καταχωσθεὶς, ἐλαττοῦται καὶ σβέννυται τέλεον. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν, ὅπερ ἂν ἔχωμεν, φέρε εἰς μέσον καταθέντες, πᾶσαν ὑμῖν ἀποδῶμεν τὴν ὀφειλὴν, πρότερον ἀναμνήσαντες τῆς ἀκολουθίας τῶν ὀφλημάτων τούτων ἁπάσης. βʹ. Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦμεν αἰτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως· καὶ ἐλέγομεν, ὅτι οὐ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν μόνον τῶν ἀκουόντων ταπεινὰ φθέγγεται πολλάκις ὁ Χριστὸς, ἀλλὰ πολλαχοῦ καὶ ταπεινοφρονεῖν διδάσκων. Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας. Ὅτι δὲ πολλὰ καὶ ταπεινοφρονεῖν αὐτοὺς διδάσκων ἐποίει, καὶ τοῦτο ἄκουσον. Ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα· καὶ ὡς οὐκ ἀρ48.786 κοῦν τοῦτο, ἔτι καὶ λεντίῳ διεζώσατο, πρὸς τὴν ἐσχάτην εὐτέλειαν κατάγων ἑαυτὸν, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, μετὰ δὲ τῶν μαθητῶν καὶ τοῦ προδότου τοὺς πόδας ἔνιψε. Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε; Τοῦ μέλλοντος αὐτὸν προδιδόναι νίπτει τοὺς πόδας· καὶ τὸν Πέτρον διακρουόμενον καὶ λέγοντα, Κύριε, οὐ μή μου νίψεις τοὺς πόδας, οὐ παρατρέχει, ἀλλά φησι πρὸς αὐτόν· Ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ· ὁ δὲ, Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Εἶδες εὐλάβειαν μαθητοῦ δι' ἀμφοτέρων, καὶ διὰ τῆς παραιτήσεως, καὶ διὰ τῆς συγκαταθέσεως; Εἰ γὰρ καὶ ἐναντία τὰ ῥήματα, ἀλλ' ὑπὸ ζεούσης ἀμφότερα γνώμης ἐλέγετο. Ὁρᾷς πῶς πανταχοῦ θερμὸς ἦν καὶ διεγηγερμένος; Ἀλλ' ὅπερ ἔλεγον, ἵνα μὴ διὰ τὴν τοῦ πράγματος εὐτέλειαν τῆς φύσεως καταγνῷς εὐτέλειαν, μετὰ τὸ νίψαι τί φησι πρὸς αὐτοὺς, ἄκουσον· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλοις ποιεῖν. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα ὡς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε. Ὁρᾷς ὅτι πολλὰ ὑποδείγματος ἕνεκεν ἐποίει; Καθάπερ γάρ τις διδάσκαλος σοφίας πεπληρωμένος παιδίοις ψελλίζουσι συμψελλίζει, καὶ ὁ ψελλισμὸς οὐ τῆς ἀμαθίας τοῦ διδασκάλου, ἀλλὰ τῆς κηδεμονίας τῆς πρὸς τοὺς παῖδάς ἐστι τεκμήριον· οὕτω δὴ καὶ ὁ Χριστὸς οὐ δι' εὐτέλειαν τῆς οὐσίας ταῦτα ἐποίει, ἀλλὰ διὰ συγκατάβασιν. Καὶ δεῖ ταῦτα οὐχ ἁπλῶς παρατρέχειν· καὶ γὰρ αὐτὸ τοῦτο εἰ καθ' ἑαυτὸ νῦν ἐξετάσωμεν, ὅρα ὅσον ἄτοπον ἕψεται. Εἰ γὰρ ὁ νίπτων τοῦ νιπτομένου εὐτελέστερος εἶναι δοκεῖ (ἔστι δὲ ὁ μὲν νίπτων ὁ Χριστὸς, οἱ μαθηταὶ δὲ οἱ νιπτόμενοι), ἄρα εὐτελέστερος ἔσται ὁ Χριστὸς τῶν μαθητῶν. Ἀλλ' οὐδεὶς ἂν τοῦτο οὐδὲ μαινόμενος εἴποι. Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὰς αἰτίας ἀγνοεῖν, δι' ἃς ὁ Χριστὸς ἐποίει πάντα ἅπερ ἐποίει; Μᾶλλον δὲ βλέπεις, ὅσον ἐστὶν ἀγαθὸν πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ μὴ ἁπλῶς, ὅτι εἶπέ τι ταπεινὸν ἢ ἐποίησεν, ἀλλὰ καὶ τίνος ἕνεκεν καὶ διὰ τί προστιθέναι; Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ᾐνίξατο. Εἰπὼν