1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

γὰρ, Τίς ἐστι μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; ἐπήγαγεν, Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν. Καὶ τοῦτο δὲ εἶπε, κἀκεῖνο ἐποίησε, δεικνὺς ὅτι πολλαχοῦ τὰ ἐλάττονα ἁρπάζει εἰς διδασκαλίαν τῶν μαθητῶν, μετριάζειν τε ὁμοῦ πείθων αὐτούς. Καὶ δῆλον ὅτι οὐ διὰ τὸ τῆς φύσεως καταδεέστερον, ἀλλὰ διὰ τὴν ἐκείνων διδασκαλίαν ταῦτα πάντα ἀνέχεται. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, παρὰ δὲ ὑμῖν οὐχ οὕτως· ἀλλ' ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. Καὶ γὰρ Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Εἰ τοίνυν διακονῆσαι ἦλθε καὶ ταπεινοφροσύνην διδάξαι, μὴ θορυβοῦ, μηδὲ κατάπιπτε, εἰ τὰ τῶν διακόνων 48.787 ἴδοις αὐτὸν ἐπιτελοῦντά που καὶ φθεγγόμενον. Οὕτω καὶ πολλὰς τῶν εὐχῶν ἀπὸ τῆς αὐτῆς ἐπιτελεῖ γνώμης. Καὶ γὰρ προσῆλθον αὐτῷ λέγοντες, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, ὥσπερ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. Τί οὖν ἐχρῆν ποιεῖν, εἰπέ μοι; μὴ διδάξαι αὐτοὺς προσεύχεσθαι; Ἀλλὰ διὰ τοῦτο ἦλθεν, ἵνα εἰς πᾶσαν αὐτοὺς ἐναγάγῃ φιλοσοφίαν. Ἀλλ' ἐχρῆν διδάξαι; Οὐκοῦν εὔξασθαι ἔδει. Ἀλλ' ἔδει ῥήματι τοῦτο μόνον ποιῆσαι, φησίν. Ἀλλ' οὐχ οὕτως ἡ διὰ τῶν ῥημάτων, ὡς ἡ διὰ τῶν πραγμάτων διδασκαλία τοὺς μαθητευομένους ἐνάγειν εἴωθε. ∆ιά τοι τοῦτο οὐχὶ διδάσκει αὐτοὺς εὐχὴν μόνον τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ αὐτὸς διατελεῖ τοῦτο ποιῶν, καὶ εὔχεται διανυκτερεύων ἐν ταῖς ἐρημίαις, ἡμᾶς παιδεύων καὶ νουθετῶν, ἐπειδὰν μέλλωμεν ὁμιλεῖν τῷ Θεῷ, φεύγειν θορύβους καὶ τὰς ἐν μέσῳ ταραχὰς, καὶ πρὸς ἐρημίαν ἀναχωρεῖν, οὐχὶ τόπων μόνον, ἀλλὰ καὶ καιρῶν. Ἐρημία δὲ οὐχὶ ὄρος μόνον ἐστὶν, ἀλλὰ καὶ οἰκίσκος κραυγῆς ἀπηλλαγμένος. γʹ. Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχὴ, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμβάντων ἀπεδείξαμεν· πλὴν ἀλλὰ καὶ ἑτέρωθεν δῆλον. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται θαυμάτων, ἀλλ' ἐπὶ τῶν ἐλαττόνων; Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν· εἰ δὲ μὴ ἐπὶ πάντων, κἂν ἐπὶ τῶν μειζόνων. Νῦν δὲ τὸ ἐναντίον ποιεῖ· ἐπὶ τῶν μειζόνων πραγμάτων οὐκ εὔχεται, ἵνα δείξῃ, ὅτι τοὺς ἄλλους παιδεύων τοῦτο ἐποίει, οὐχὶ δυνάμεως δεόμενος. Ὅτε γοῦν τοὺς ἄρτους εὐλόγησεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὔξατο, ἡμᾶς παιδεύων τραπέζης μὴ πρότερον ἀπογεύεσθαι, ἕως ἂν εὐχαριστήσωμεν τῷ τοὺς καρποὺς πεποιηκότι Θεῷ· καὶ πολλοὺς νεκροὺς ἀναστήσας, οὐκ ηὔξατο, ἐπὶ δὲ Λαζάρου μόνον. Καὶ τὴν αἰτίαν τότε εἰρήκαμεν, ὅτι τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἣν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθεὶς, ὅτι διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον. Καὶ ὅτι οὐχ ἡ εὐχὴ, ἀλλ' ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπεδείξαμεν τότε· καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, ὅρα. Ὅταν γὰρ κολάζειν δέῃ, καὶ ὅταν τιμᾷν, καὶ ὅταν ἁμαρτήματα ἀφιέναι, καὶ ὅταν νομοθετεῖν, καὶ ὅταν τι τῶν πολλῷ μειζόνων δέῃ ποιεῖν, οὐδαμοῦ τὸν Πατέρα καλοῦντα αὐτὸν εὑρήσεις, οὐδὲ εὐχόμενον, ἀλλὰ μετὰ αὐθεντίας ἅπαντα πράττοντα. Καὶ τούτων ἕκαστον ἐγὼ μὲν ἀπαριθμήσομαι· σὺ δὲ σκόπει μετὰ ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς. ∆εῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ πάλιν, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον. Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· ὅταν ἀπαλλάξαι θανά48.788 του, Ταλιθὰ κοῦμι, ἀνάστηθι· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ὅταν ἐπιτιμῆσαι δαίμοσι, Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ· ὅταν καταστεῖλαι τὴν θάλασσαν, Σιώπα, πεφίμωσο· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, Θέλω,