1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

ἀπαντήσεται ἡ συμφορά. Ἀλλ' ὅπερ ἠβουλήθην εἰπεῖν, ὅτι ὥσπερ τὰ σώματα ἐνδεῶς ἔχοντα ἀπηρτισμένα κατεσκεύαζεν, οὕτω καὶ τὸν νόμον ἀτελῆ λαβὼν ἐῤῥύθμιζε καὶ διέπλαττε καὶ πρὸς τὸ βέλτιον ἐξῆγε. Μηδεὶς δὲ ἀκούων ὅτι ὁ νόμος ἀτελὴς ἦν, τοῦ θέντος αὐτὸν κατηγορεῖν ἡμᾶς νομιζέτω. Ἀτελὴς γὰρ ἐκεῖνος οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν χρόνον λοιπὸν ἐγίνετο· ἐπεὶ κατὰ τὸν καιρὸν, ὃν εἰσηνέχθη, σφόδρα τέλειος ἦν, καὶ τοῖς δεχομένοις αὐτὸν κατάλληλος· ἐπειδὴ δὲ πρὸς τὸ βέλτιον ὑπ' ἐκείνου παιδευθεῖσα λοιπὸν ἡ φύσις ἐπιδέδωκεν, ἀτελέστερος, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς τῶν ὑπ' αὐτοῦ διδαχθέντων οὗτος ἐγένετο. Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παιδίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς ἡμετέρας· ἡνίκα ἀτελέστερον διεκείμεθα καὶ γυμνάζεσθαι ἐμανθάνομεν, κατάλληλα ἡμῖν ἔδωκεν ὅπλα, ἅπερ ἠδυνάμεθα φέρειν μετ' εὐκολίας· ἐπειδὴ δὲ ηὐξήθημεν λοιπὸν κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἀπὸ τῆς ἡμετέρας τελειότητος ἐκεῖνα λοιπὸν ἀτελῆ γέγονε. ∆ιὰ τοῦτο ἦλθεν ὁ Χριστὸς ἕτερα μείζονα ἐγχειρίζων ἡμῖν. Καὶ σκόπει μεθ' ὅσης συνέσεως καὶ τοὺς πα48.791 λαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς νέους παρατίθησιν. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Εἰπὲ καὶ παρὰ τίνος ἐῤῥέθη· σὺ εἶπας τοῦτο, ἢ ὁ Πατὴρ ὁ σός; Ἀλλ' οὐ λέγει. Τίνος οὖν ἕνεκεν τοῦτο ἐσίγησε, καὶ τὸν εἰπόντα οὐκ ἐποίησε φανερὸν, ἀλλ' ἀπρόσωπον τὴν νομοθεσίαν εἰσήγαγεν; Ὅτι εἰ μὲν εἶπεν· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ὀργισθήσῃ, ἔδοξεν ἂν βαρὺ τὸ λεγόμενον εἶναι διὰ τὴν ἀπόνοιαν τῶν ἀκουόντων μηδέπω συνιέναι δυναμένων, ὅτι οὐκ ἀνατρέπων τὰ πρότερα, ἀλλ' αὔξων ταῦτα ἐνομοθέτει· καὶ εἶπον ἂν πρὸς αὐτόν· Τί λέγεις; ὁ Πατήρ σου εἶπεν· Οὐ φονεύσεις, σὺ δὲ λέγεις· Οὐκ ὀργισθήσῃ; Ἵν' οὖν μή τις ἐναντίον αὐτὸν τῷ Πατρὶ νομίσῃ εἶναι, ἢ ὡς σοφώτερόν τι πλέον εἰσφέρειν ἐκείνου, οὐκ εἶπεν, ὅτι Ἠκούσατε παρὰ τοῦ Πατρός. Πάλιν εἰ εἶπεν· Ἠκούσατε ὅτι ἐγὼ εἶπον τοῖς ἀρχαίοις, ἀφόρητον ἔδοξεν ἂν εἶναι, καὶ τοῦτο οὐκ ἔλαττον ἢ τὸ πρότερον. Εἰ γὰρ, ἐπειδὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι, λιθάσαι αὐτὸν ἐπεχείρησαν, εἰ προσέθηκεν ὅτι καὶ Μωϋσῇ αὐτὸς τὸν νόμον ἔδωκε, τί οὐκ ἂν ἐποίησαν; ∆ιὰ τοῦτο οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ τοῦ Πατρὸς οὐδὲν εἰπὼν, ἀλλὰ μέσον ἀφεὶς, καὶ εἰπών· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως διδάξας αὐτοὺς καὶ τὸν ἐν ἀρχῇ δημιουργήσαντα τὸν ἄνθρωπον, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, διὰ τῆς τοῦ νόμου διορθώσεως καὶ τῆς τοῦ ἐνδέοντος προσθήκης διδάσκων τίς ἐστιν ὃ καὶ παρὰ τὴν ἀρχὴν τὸν νόμον δεδωκώς. ∆ιὰ τοῦτο καὶ περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας διαλεγόμενος, οὔτε ἑαυτοῦ, οὔτε τοῦ Πατρὸς ἐμνήσθη, ἀλλὰ καὶ ἐνταῦθα ἀπρόσωπόν τε καὶ ἀδιόριστον ποιεῖται τὸν λόγον, εἰπών· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ τῷ μὲν ῥήματι ἐσίγησε τὸν ποιήσαντα, τῷ δὲ ἔργῳ ἐδίδαξε τὰ λείποντα τῶν σωμάτων ἀναπληρῶν. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, παρὰ μὲν τίνος ἐῤῥέθη ἐσίγησε, διὰ δὲ τῶν ἔργων αὐτῶν ἐδήλωσεν ἑαυτόν. Ὁ γὰρ τὸ λεῖπον ἀναπληρώσας, οὗτός ἐστιν ὁ καὶ ἐξ ἀρχῆς αὐτὸν εἰσενεγκών. Καὶ αὐτοὺς δὲ τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, ἵνα τῇ παραθέσει μάθωσιν οἱ ἀκούοντες ὅτι οὔτε ἐναντιώσεώς ἐστι τὰ λεγόμενα, καὶ ὅτι τῷ γεγεννηκότι τὴν αὐτὴν ἐξουσίαν ἔχει. Ταῦτα καὶ οἱ Ἰουδαῖοι συνῆκαν καὶ ἐθαύμαζον. Καὶ ὅτι ἐθαύμαζον, ἄκουε τοῦ εὐαγγελιστοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Ἐξεπλήσσοντο, φησὶν, οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι. Τί οὖν, εἰ κακῶς τοῦτο ὑπώπτευον ἐκεῖνοι;