1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

φησί. Καὶ μὴν οὐκ ἐνεκάλεσεν αὐτοῖς, οὐδὲ ἐπετίμησεν, ἀλλὰ καὶ ἐκύρωσεν αὐτῶν τὴν γνώμην. Προσελθόντος γὰρ εὐθέως τοῦ λεπροῦ καὶ λέγοντος· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· τί φησι; Θέλω, καθαρίσθητι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ἁπλῶς, Καθαρίσθητι; καίτοι ὁ λεπρὸς ἐμαρτύρησεν αὐτῷ ἐξουσίαν ἔχειν, εἰπὼν, Ἐὰν θέλῃς. Ἀλλ' ἵνα μὴ νομίσῃς τῆς τοῦ λεπροῦ γνώμης εἶναι τὸ Ἐὰν θέλῃς, προσέθηκε καὶ αὐτὸς λέγων· Θέλω, καθαρίσθητι. Οὕτως ἐπίτηδες πανταχοῦ τὴν ἐξουσίαν ἐδείκνυε τὴν ἑαυτοῦ, καὶ ὅτι 48.792 πάντα ἀπὸ αὐθεντίας ποιεῖ· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, περιττὸν ἦν τὸ λεγόμενον. ʹ. Μαθόντες τοίνυν διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν, ἂν ἴδωμεν ἑτέρωθι ταπεινόν τι ποιοῦντα καὶ λέγοντα, διά τε τὰς αἰτίας ἃς ἠριθμήσαμεν πρῴην, καὶ διὰ τὸ βούλεσθαι τοὺς ἀκούοντας εἰς ταπεινοφροσύνην ἐναγαγεῖν, μὴ διὰ τοῦτο αὐτὸν εἰς εὐτέλειαν οὐσίας διαβάλλωμεν. Καὶ γὰρ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν ἀπὸ ταπεινοφροσύνης ὑπέμεινεν, οὐ διὰ τὸ καταδεέστερον εἶναι τοῦ Πατρός. Καὶ πόθεν τοῦτο δῆλον; Καὶ γὰρ καὶ τοῦτο περιφέρουσιν οἱ τῆς ἀληθείας ἐχθροὶ, λέγοντες, ὅτι Εἰ ἴσος ἦν τῷ γεγεννηκότι, τίνος ἕνεκεν ὁ Πατὴρ οὐκ ἀνέλαβε σάρκα, ἀλλ' ὁ Υἱὸς ὑπέδυ τὴν τοῦ δούλου μορφήν; ἆρα οὐκ εὔδηλον ὅτι ἐπειδὴ καταδεέστερος ἦν; Καὶ μὴν, εἰ διὰ τοῦτο τὴν ἡμετέραν ὑπέδυ φύσιν, τὸ Πνεῦμα, ὅ φασιν αὐτοὶ τοῦ Υἱοῦ ἔλαττον εἶναι (οὐ γὰρ ἂν ἡμεῖς εἴποιμεν), ἐκεῖνο σαρκωθῆναι ἔδει. Εἰ γὰρ διὰ τοῦτο μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ, ἐπειδὴ ὁ μὲν ἐσαρκώθη, ὁ δὲ οὐκ ἐσαρκώθη, ἔσται καὶ τὸ Πνεῦμα αὐτοῦ διὰ τὴν αὐτὴν αἰτίαν μεῖζον· οὐδὲ γὰρ αὐτὸ σάρκα ἀνέλαβεν. Ἀλλ' ἵνα μὴ ἀπὸ συλλογισμῶν τοῦτο ἀποφαινώμεθα, φέρε ἀπ' αὐτῶν τῶν Γραφῶν αὐτὸ παραστήσωμεν, δεικνύοντες ὅτι διὰ ταπεινοφροσύνην σάρκα ἀνέλαβεν. Ὁ γὰρ Παῦλος ὁ ταῦτα εἰδὼς ἀκριβῶς, ἐπειδὰν μέλλῃ τι τῶν χρησίμων ἡμῖν παραινεῖν, τὰ ὑποδείγματα ἄνωθεν ἡμῖν κατάγει τῆς ἀρετῆς· οἷον, συμβουλεύει πολλάκις περὶ ἀγάπης, καὶ βουλόμενος ἐναγαγεῖν τοὺς μαθητὰς εἰς τὸ ἀγαπᾷν ἀλλήλους, Χριστὸν εἰς μέσον παράγει λέγων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Πάλιν, ἐπειδὰν περὶ ἐλεημοσύνης διαλέγηται, τοῦτο αὐτὸ ποιεῖ· διὸ καὶ λέγει· Γινώσκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ὑμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ ὁ ∆εσπότης σου ἐπτώχευσε, σάρκα περιβαλόμενος, οὕτω σὺ πτώχευσον ἐν χρήμασι· καὶ γὰρ ὥσπερ ἐκεῖνον οὐδὲν ἔβλαψεν ἡ πτωχεία τῆς δόξης, οὕτως οὐδὲ σὲ βλάψαι δυνήσεται ἡ τῶν χρημάτων πτωχεία, ἀλλὰ πολὺν ἐργάσεταί σοι τὸν πλοῦτον. Οὕτω καὶ περὶ ταπεινοφροσύνης πάλιν Φιλιππησίοις διαλεγόμενος τὸν Χριστὸν εἰς μέσον ἄγει, καὶ εἰπὼν, Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ἐπήγαγε· Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Καίτοι εἰ διὰ τὸ ἐλάττω εἶναι κατὰ φύσιν, κατεδέξατο σάρκα φορέσαι, οὐκ ἔτι ταπεινοφροσύνης τὸ γενόμενον, ἀλλὰ περιττῶς αὐτὸ παρήγαγεν ὁ Παῦλος εἰς ταπεινοφροσύνην παρακαλῶν· ταπεινοφροσύνη γάρ ἐστιν ὅταν ἴσος ὑπακούῃ τῷ ἴσῳ. Τοῦτο οὖν καὶ αὐτὸς δεικνὺς λέγει· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Τί ἐστιν, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών; Ὁ ἁρπάσας τι τῶν μὴ προσηκόντων κατέχει τοῦτο διηνεκῶς καὶ ἀποθέσθαι οὐκ ἂν ἕλοιτο, δεδοικὼς καὶ θαῤῥεῖν οὐκ ἔχων ὑπὲρ τῆς κτήσεως· ὁ 48.793 δὲ ἀναφαίρετον ἔχων ἀγαθὸν, κἂν ἀποκρύπτῃ τοῦτο οὐ δέδοικεν. Οἷον, ἵνα καὶ ἐπὶ ὑποδείγματος ποιήσω τὸν λόγον φανερὸν, ἔστω τις τοῦ