1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

7

ὑπηρετεῖς, καὶ τὴν ἐκείνου ψῆφον κυροῖς. Ἀλλ' ὅσῳ ταῦτα ἔλεγον, τοσούτῳ μᾶλλον ἐφείδετο. Ἤδει γὰρ τοῦτο, ὅτι ὁ Θεὸς αὐτὸν αὐτῷ παρέδωκεν, ἵνα πλείονος εὐδοκιμήσεως αὐτῷ παράσχῃ πρόφασιν. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν ἐχθρὸν εἰς τὰς χεῖρας ἐμπεσόντα τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας εἶναι καιρὸν ἐκεῖνον. ∆ιὰ τοῦτο τότε μάλιστα φείδεσθαι δεῖ τῶν 54.684 ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τί μέγα καὶ θαυμαστὸν γενόμενον κύριον φείσασθαι; Πολλοὶ γὰρ καὶ ἄλλοι βασιλεῖς πολλάκις ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι λελυπηκότας λαβόντες, ἀνάξιον αὐτῶν εἶναι ἐνόμισαν ἐν ἀρχῆς ὄγκῳ τοσούτῳ δίκην ἀπαιτῆσαι τῶν πεπλημμελημένων, καὶ ἡ τῆς ἐξουσίας περιουσία καταλλαγῆς ὑπόθεσις γέγονεν. Ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. Οὐ γὰρ ἐπὶ τὴν ἀρχὴν ἀνελθὼν ὁ ∆αυῒδ, οὐδὲ τὴν βασιλείαν ἀπολαβὼν, καὶ τὸν Σαοὺλ ὑπὸ χεῖρας ἔχων, οὕτως ἐφείσατο, ἵνα μή τις εἴπῃ, ὅτι τὸ τῆς ἀρχῆς μέγεθος τὸν θυμὸν ἐξέλυσεν· ἀλλ' εἰδὼς ὅτι διασωθεὶς τοῖς αὐτοῖς ἐπιθήσεται πάλιν, καὶ εἰς μείζονας ἐμβαλεῖ τοὺς κινδύνους, οὐδὲ οὕτως ἀπέκτεινε. Μὴ δὴ τοῦτον ἐκείνοις παραβάλωμεν. Ἐκεῖνοι μὲν γὰρ ἀσφαλὲς τὸ ἐνέχυρον ἔχοντες τῆς μετὰ ταῦτα ἀδείας, εἰκότως φείδονται· οὗτος δὲ μέλλων τὸν ἐχθρὸν καθ' ἑαυτοῦ ἀφιέναι, καὶ πολέμιον ἑαυτῷ σώζειν, οὐδὲ οὕτως αὐτὸν ἠφάνισε, καὶ ταῦτα πολλὰ ἔχων τὰ πρὸς τὴν σφαγὴν αὐτὸν ταύτην ὠθοῦντα. Καὶ γὰρ ἡ ἐρημία τῶν βοηθούντων τῷ Σαοὺλ, καὶ ἡ παραίνεσις τῶν στρατιωτῶν, καὶ ἡ μνήμη τῶν παρελθόντων, καὶ ὁ φόβος τῶν μελλόντων, καὶ τὸ μηδὲ σφαγῆς κρίνεσθαι λοιπὸν ἀποκτείναντα τὸν ἐχθρὸν, καὶ τὸ μετὰ τὸν φόνον τοῦτον δύνασθαι τὸν νόμον ὑπερβαίνειν, καὶ πολλὰ ἕτερα πλείονα τούτων ἐβιάζετο καὶ ἠνάγκαζεν ὠθῆσαι τὸ ξίφος εἰς ἐκεῖνον. Ἀλλ' οὐδενὶ τούτων εἶξεν, ἀλλ' ἔμενεν ὥσπερ τις ἀδάμας, ἀκίνητον τὸν τῆς φιλοσοφίας διατηρῶν νόμον. Εἶτα ἵνα μὴ λέγῃς ὅτι οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἀναισθησία τὸ γινόμενον ἦν, οὐχὶ φιλοσοφία, ὅρα πῶς ἀγριωθεὶς ἐκαρτέρησεν. Ὅτι γὰρ αὐτῷ διανέστη τὰ κύματα τῆς ὀργῆς, καὶ πολλὴ τῶν λογισμῶν ἐκινήθη ἡ ζάλη, καὶ τὸν χειμῶνα ἐχαλίνου τῷ φόβῳ τοῦ Θεοῦ, καὶ τὴν διάνοιαν ἐπιέζετο, ἐκ τῶν γενομένων ἔστιν ἰδεῖν. Ἀνέστη γὰρ, φησὶ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Εἶδες πόσος ἠγέρθη τῆς ὀργῆς ὁ χειμών; Ἀλλ' οὐ προῆλθε περαιτέρω, οὐδὲ εἰργάσατο τὸ ναυάγιον· ὁ γὰρ κυβερνήτης ταχέως αἰσθόμενος, ὁ εὐσεβὴς λογισμὸς, γαλήνην ἀντὶ χειμῶνος ἐποίησεν. Ἐπάταξε γὰρ αὐτὸν, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ καθάπερ σκιρτῶντα καὶ μαινόμενον ἵππον, τὸν θυμὸν ἀνεχαίτισε. ςʹ. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· πρὶν ἢ πεσεῖν, ἀνίστανται, πρὶν ἢ πρὸς τὴν ἁμαρτίαν ἐλθεῖν, ἀναχαιτίζονται, ἐπειδὴ νήφουσι καὶ διαπαντός εἰσιν ἐγρηγορυῖαι. Καίτοι πόσον τοῦ σώματος ἦν καὶ τοῦ ἱματίου τὸ μέσον; Ἀλλ' ὅμως ἴσχυσε μὴ προελθεῖν περαιτέρω, καὶ ἐπ' αὐτῷ δὲ τούτῳ σφόδρα ἑαυτὸν κατεδίκασεν. Ἐπάταξε γὰρ αὐτὸν ἡ καρδία αὐτοῦ, φησὶν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ εἶπε πρὸς τοὺς ἄνδρας· Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου. Τί ἐστι, Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου; Ἀντὶ τοῦ, Ἵλεώς μοι Κύριος, φησὶ, καὶ αὐτὸς εἰ βουληθείην, μὴ συγχωρήσαι μοί ποτε τοῦτο ἐργάσασθαι ὁ Θεὸς, μηδὲ ἐπιτρέψειεν εἰς ταύτην ἐλθεῖν τὴν ἁμαρτίαν. Ἐπειδὴ γὰρ οἶδε τὴν τοιαύτην φιλο54.685 σοφίαν σχεδὸν τὴν ἀνθρωπίνην ὑπερβαίνουσαν φύσιν, καὶ τῆς ἄνωθεν δεομένην ῥοπῆς, καὶ μικροῦ περιτραπέντα πρὸς τὴν σφαγὴν, εὔχεται λοιπὸν, ὥστε καθαρὰν τὸν Θεὸν αὐτῷ διατηρῆσαι τὴν χεῖρα. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἡμερώτερον; Ἆρα ἄνθρωπον ἔτι τοῦτον ἐροῦμεν, τὸν ἐν ἀνθρωπείᾳ φύσει πολιτείαν ἀγγελικὴν ἐπιδειξάμενον; Ἀλλ' οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι. Τίς γὰρ ἂν, εἰπέ μοι,