1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

9

ἔχοντι καλεῖν τὸν λελυπηκότα ὀνόματι, καὶ ἀκούσασα ἡ ψυχὴ παρὰ τῆς γλώττης παιδευομένη καὶ συνεθιζομένη καταδέξεται τὴν πρὸς ἐκεῖνον καταλλαγήν. Αὐτὰ γὰρ τὰ ῥήματα τῆς ἐν τῇ καρδίᾳ φλεγμονῆς ἔσται φάρμακον ἄριστον. ζʹ. Ταῦτα εἴρηκα νῦν, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ' ἵνα καὶ ζηλώσωμεν. Ταύτην οὖν ἕκαστος τὴν ἱστορίαν ἐπὶ τῆς καρδίας ζωγραφείτω τῆς ἑαυτοῦ, καθάπερ χειρὶ τοῖς λογισμοῖς ὑπογράφων διηνεκῶς τὸ σπήλαιον τὸ διπλοῦν, τὸν Σαοὺλ ἔνδον καθεύδοντα, καὶ καθάπερ ἁλύσει τινὶ δεδεμένον τῷ ὕπνῳ, καὶ ὑποκείμενον τῇ δεξιᾷ τοῦ τὰ μέγιστα ἠδικημένου· τὸν ∆αυῒδ ἐφεστῶτα καθεύδοντι, τοὺς στρατιώτας παρόντας, καὶ παροξύνοντας πρὸς σφαγήν· τὸν μακάριον ἐκεῖνον φιλοσοφοῦντα, καὶ τὸν οἰκεῖον καὶ τὸν τούτων θυμὸν καταστέλλοντα, καὶ ὑπὲρ τοῦ τοσαῦτα πεπλημμεληκότος ἀπολογούμενον. Ταῦτα μὴ μόνον ἐπὶ τῆς διανοίας γράφωμεν, ἀλλὰ καὶ ἐν συνεδρίοις διαλεγώμεθα πρὸς ἀλλήλους διηνεκῶς· ταῦτα καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία συνεχῶς ἀνακινῶμεν τὰ διηγήματα. Εἴτε γὰρ περὶ βασιλέως διαλέγεσθαι βούλει, ἰδοὺ βασιλεύς· εἴτε περὶ στρατιωτῶν, εἴτε περὶ οἰκίας, εἴτε περὶ πολιτικῶν πραγμάτων, πολλὴν ἐν ταῖς Γραφαῖς ὄψει τούτων τὴν εὐπορίαν. Ταῦτα μεγίστην ἔχει τὰ διηγήματα τὴν ὠφέλειαν. Ἀμήχανον γὰρ, ἀμήχανον, ψυχὴν ἐν ταύταις στρεφομένην ταῖς ἱστορίαις, δυνηθῆναί ποτε κρατηθῆναι τῷ πάθει. Ἵν' οὖν μὴ μάτην τὸν καιρὸν δαπανῶμεν, μηδὲ εἰκῆ τὴν ζωὴν ἡμῶν ἀναλίσκωμεν εἰς φλυαρίας ἀκαίρους καὶ περιττὰς, μαθόντες τῶν γενναίων ἀνδρῶν τὰς ἱστορίας, ταῦτα συνεχῶς διαλεγώμεθα, καὶ περὶ τούτων. Κἂν βουληθῇ τις τῶν συνεδρευόντων ἢ περὶ θεάτρων, ἢ περὶ ἱπποδρομίας, ἢ περὶ πραγμάτων οὐδέν σοι προσηκόντων ποιήσασθαι λόγον, ἀπαγαγὼν αὐτὸν τῆς ὑποθέσεως ἐκείνης, εἰς ταύτην ἔμβαλε τὴν διήγησιν, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάραντες, καὶ ἡδονῆς μετὰ ἀσφαλείας ἀπολαύσαντες, καὶ πράους ἑαυτοὺς καταστήσαντες καὶ ἡμέρους τοῖς λελυπηκόσιν ἅπασιν, ἀπέλθωμεν ἐκεῖ μηδένα ἔχοντες ἐχθρὸν, καὶ τῶν αἰωνίων ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ Βʹ. Ὅτι μέγα ἀγαθὸν οὐ τὸ μετιέναι μόνον ἀρετὴν, ἀλλὰ καὶ τὸ ἐπαινεῖν ἀρετήν·

καὶ ὅτι μεῖζον ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ ∆αυῒδ, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε· καὶ ὅτι ἑαυτὸν μᾶλλον ἢ τὸν Σαοὺλ ὠφέλησε τοῦτο ποιήσας· καὶ εἰς τὴν

ἀπολογίαν αὐτοῦ τὴν πρὸς τὸν Σαούλ. αʹ. Ὑμεῖς μὲν πρώην ἐπῃνέσατε τὸν ∆αυῒδ τῆς ἀνεξικακίας· ἐγὼ δὲ ὑμᾶς ἐθαύμασα τῆς περὶ τὸν ∆αυῒδ εὐνοίας τε καὶ φιλοστοργίας. Οὐ γὰρ δὴ μόνον τὸ μετιέναι καὶ ζηλοῦν ἀρετὴν, ἀλλὰ καὶ τὸ τοὺς μετιόντας ἐπαινεῖν καὶ θαυμάζειν, φέρει τινὰ μισθὸν ἡμῖν οὐ μικρόν· ὥσπερ οὖν οὐ μόνον τὸ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει κόλασιν οὐ τὴν τυχοῦσαν ἡμῖν, καὶ εἰ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, αὐτῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δείκνυσιν ὁ Παῦλος ἐν οἷς φησιν· ἐπειδὴ γὰρ κακίας ἅπαν εἶδος ἠρίθμησε, καὶ τῶν καταπατούντων τοὺς τοῦ Θεοῦ νόμους κατηγόρησεν ἁπάντων, ἐπήγαγε λέγων περὶ αὐτῶν ἐκείνων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ γνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι· διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε. Ὁρᾷς ὅτι διὰ τοῦτο οὕτως εἶπεν, ἵνα δείξῃ τοῦτο ἐκείνου χαλεπώτερον ὄν. Τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας, πολὺ