1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

12

τοῦ σπηλαίου, θηρίων ἑτέρων χαλεπωτέρων κρατήσας. Ὥσπερ γὰρ τῷ δικαίῳ ἐκείνῳ λέοντες ἑκατέρωθεν παρεκάθηντο, οὕτω καὶ τούτῳ λέοντες ἀγριώτεροι πάντων, τὰ πάθη ἐπετί54.690 θετο· θυμὸς τῶν παρελθόντων ἔνθεν, φόβος τῶν μελλόντων ἐκεῖθεν· ἀλλ' ὅμως ἀμφότερα οὗτος κατέστελλε καὶ ἐπεστόμιζε τὰ θηρία, διδάσκων διὰ τῶν ἔργων, ὅτι οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ γοῦν βουληθεὶς ἐπεξελθεῖν, γυμνὸς καὶ ἄοπλος καὶ πάντων ἔρημος, καθάπερ αἰχμάλωτος παραδοθεὶς, οὕτως ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν ἑλόμενος, χωρὶς μηχανημάτων, καὶ ὅπλων, καὶ ἵππων, καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο. γʹ. Οὐ γὰρ διὰ τοῦτο μακαρίζω τὸν ἅγιον ἐκεῖνον, οὐχ ὅτι τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας εἶδε τοὺς ἑαυτοῦ κείμενον, ἀλλ' ὅτι εἰς χεῖρας λαβὼν ἐφείσατο. Τὸ μὲν γὰρ τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἦν, τὸ δὲ τῆς αὐτοῦ φιλοσοφίας. Πῶς ἦν εἰκὸς λοιπὸν τοὺς στρατιώτας ἐκείνῳ προσέχειν; μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν; Εἰ γὰρ μυρίας εἶχον ψυχὰς, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ τοῦ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι· ὃ δὴ μέγιστον ἐνέχυρον ἀσφαλείας ἦν αὐτῷ. Οὐκ εὐνούστεροι δὲ μόνον, ἀλλὰ καὶ προθυμότεροι περὶ τοὺς πολεμίους ἦσαν, εἰδότες ὅτι τὸν Θεὸν ἔχουσιν ὑπὲρ αὐτῶν πολεμοῦντα, τὸν ἀεὶ παρόντα τῷ στρατηγῷ, καὶ τὰ πράγματα ἅπαντα ἐξευμαρίζοντα. Καὶ τῷ ∆αυῒδ δὲ, οὐχ ὡς ἀνθρώπῳ λοιπὸν, ἀλλ' ὡς ἀγγέλῳ προσεῖχον. Καὶ πρὸ τῆς ἀντιδόσεως τοῦ Θεοῦ μείζονα καὶ ἐνταῦθα τοῦ διασωθέντος αὐτὸς ἐκαρποῦτο, καὶ λαμπροτέραν ἤρατο νίκην, ἢ εἰ κατέθυσε τὸν Σαούλ. Τί γὰρ ἂν τοσοῦτον ἐκέρδανε σφάξας τὸν ἐχθρὸν, ὅσον ἐκαρπώσατο φεισάμενος νῦν; Τοῦτο τοίνυν καὶ σὺ λογίζου, ἐπειδὰν λάβῃς τὸν λελυπηκότα σε, ὅτι πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος· ὁ δὲ φεισάμενος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν. Καὶ εἴ ποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν· καθάπερ οὖν καὶ οὗτος ἁπάντων ἀπήλαυσε τούτων, μεγάλας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν τοῦτον κηδεμονίας λαβὼν παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς ὕστερον. Ἀλλὰ γὰρ ἴδωμεν καὶ τὰ μετὰ ταῦτα. Καὶ ἐξῆλθε ∆αυῒδ ἐκ τοῦ σπηλαίου, φησὶν, ὀπίσω Σαοὺλ καὶ ἐβόησεν ὀπίσω αὐτοῦ, οὕτω λέγων· Κύριέ μου βασιλεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε ∆αυῒδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν οὐκ ἐλάττονα φέρει κόσμον. Οὐδὲ γὰρ τῆς τυχούσης ψυχῆς ἦν τὸ μὴ φυσηθῆναι ταῖς εἰς τὸν πλησίον εὐεργεσίαις, μᾶλλον δὲ τὸ μὴ τὸ τῶν πολλῶν παθεῖν, οἳ καθάπερ ἀνδραπόδων, οὕτως ὑπερορῶσι τῶν εὐεργε54.691 τηθέντων, καὶ τὰς ὀφρῦς ἀνασπῶσιν. Ἀλλ' οὐχ ὁ μακάριος ∆αυῒδ οὕτως, ἀλλὰ μειζόνως ἐμετρίαζε, καὶ μετὰ τὴν εὐεργεσίαν. Τὸ δὲ αἴτιον, ὅτι οὐδὲν τῶν κατορθωμάτων τούτων ἐνόμιζε τῆς αὐτοῦ σπουδῆς εἶναι, ἀλλὰ τὸ πᾶν ἀνετίθει τῇ θείᾳ χάριτι. ∆ιὰ τοῦτο αὐτὸς σώσας, αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βασιλέα καλεῖ πάλιν, καὶ δοῦλον ὀνομάζει ἑαυτὸν, διὰ τοῦ σχήματος ἐκείνου καταστέλλων τὸ φύσημα, καὶ τὸν θυμὸν παραμυθούμενος, καὶ τὴν βασκανίαν ἀναιρῶν. Ἀκούσωμεν δὲ καὶ τῆς ἀπολογίας αὐτῆς· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ, λεγόντων, Ἰδοὺ ∆αυῒδ ζητεῖ τὴν ψυχήν σου; Καὶ μὴν ἀνωτέρω