1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

14

προέμενοι. Οὕτω δὴ καὶ οὗτος ἅπαξ ὑπὸ τῆς ὀργῆς ἁλοὺς, οὐκ ἂν ῥᾳδίως ἐπίστευσεν, ὅτι ἔστιν ἄνθρωπος οὕτω τοῦ πάθους περιγενόμενος, ὡς μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ καὶ τὸν ἀδικοῦντα σώζειν. Ἐπεὶ οὖν καὶ ἡ γνώμη τοῦ δικάζοντος διέφθαρτο, καὶ μάρτυρες, εἰ παρήχθησαν, δι' ὑποψίας ἔμελλον εἶναι, ᾠκονομήθη ἀπόδειξίν τινα γενέσθαι δυναμένην καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἐπιστομίσαι. Ποίαν δὴ ταύτην; Τὸ πτερύγιον τῆς διπλοΐδος, ὃ καὶ προβαλλόμενος ἔλεγεν· Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά σε. Ἄφωνος ὁ μάρτυς, ἀλλὰ τῶν φωνὴν ἐχόντων σαφέστερος. Οὐ γὰρ ἂν εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς εἰστήκειν τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Ὁρᾷς ὅσον ἀγαθὸν ἐγένετο ἐκ τοῦ κινηθῆναι παρὰ τὴν ἀρχὴν τὸν ∆αυΐδ; Εἰ μὴ γὰρ ἐκινήθη πρὸς τὴν ὀργὴν, οὐκ ἂν οὔτε τὴν φιλοσοφίαν ἐμάθομεν τοῦ ἀνδρὸς οὐδὲ γὰρ ἀπὸ φιλοσοφίας, ἀλλ' ἐξ ἀναισθησίας μᾶλλον ἔδοξεν ἂν πολλοῖς ἡ φειδὼ γενέσθαι, οὐδ' ἂν ἐξέκοψε τὴν διπλοΐδα· μὴ ἐκκόψας δὲ, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. Νυνὶ δὲ κινηθεὶς καὶ τεμὼν, ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὑτοῦ προνοίας παρέσχετο. Ἐπεὶ οὖν οὕτως ἀληθῆ καὶ ἀνύποπτον μαρτυρίαν παρήγαγεν, αὐτὸν λοιπὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν. Ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειε τῆς μεγαλοψυχίας, ὅτι ἀπὸ τῶν κατ' ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν ποιεῖται μόνον. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Γνῶθι καὶ ἴδε σήμερον. Οὐδὲν λέγω τῶν παρελθόντων, φησίν· ἀρκεῖ μοι πρὸς ἀπόδειξιν ἡ παροῦσα ἡμέρα. Καίτοι γε πολλὰς καὶ μεγάλας ἔμπροσθεν εὐεργεσίας γεγε54.693 νημένας εἶχεν ἀριθμεῖν, εἴπερ ἠβούλετο· καὶ γὰρ τῆς πρὸς τὸν βάρβαρον μονομαχίας αὐτὸν ἀναμνῆσαι ἐδύνατο, καὶ εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου, καθάπερ κατακλυσμοῦ τινος, ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος καὶ λέγοντος, Οὐ δυνήσῃ πορευθῆναι, ὅτι παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ· οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον, καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβάρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι' ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας, καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι. Καὶ μετ' ἐκεῖνο δὲ πάλιν τὸ τρόπαιον, ἑτέρους οὓς κατώρθωσε πολέμους εἰπεῖν εἶχεν οὐκ ἐλάττους ἐκείνου. Καὶ ὅτι καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε, καὶ ὅτι μετὰ ταῦτα μέλλων ἀποδιδόναι τὸν μισθὸν τῆς προτέρας μάχης, ἕδνα ἀπῄτησεν, οὐ χρυσίον καὶ ἀργύριον, ἀλλὰ σφαγὴν καὶ πανωλεθρίαν· καὶ οὐδὲ ἐνταῦθα ἀνένευσε. Ταῦτα γὰρ πάντα, καὶ πολλῷ πλείονα τούτων καὶ μείζονα εἶχεν εἰπεῖν· ἀλλ' οὐδὲν τούτων εἶπεν. Οὐ γὰρ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων αὐτὸν καὶ κηδομένων ἐστὶν, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων. ∆ιὰ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς, τὸ ἐν αὐτῇ τῇ ἡμέρᾳ συμβὰν μόνον εἰς λόγον ἀπολογίας παρήγαγεν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον. Εἶτά φησι· Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τοῦτο εἶπε τὸ ῥῆμα, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· καὶ οὐ φοβῆσαι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν