1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

20

ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μήτε ἐπιβουλεύων, μήτε καταρώμενος, διὰ τὸν Θεὸν ταῦτα ἀμφότεροι ποιοῦσιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ στέφανος εἷς. Ἀλλ' εἰς ψυχὴν ἐπεβούλευσε, καὶ ἀνελεῖν ἐπεχείρησε; Μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον, καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεω γενέσθαι παρακαλῶν. δʹ. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν ∆αυῒδ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἀνεδήσατο ἀπὸ τῆς τοῦ Σαοὺλ ἐπιβουλῆς. Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώζων, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ 54.700 δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτ' εἰδὼς, ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται, εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει· μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους, καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, ὅτι Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω διὰ τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπασχε διὰ τὸν Θεόν. ∆υνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν· ἀλλ' εἵλετο κινδυνεύειν καθ' ἑκάστην ἡμέραν μᾶλλον, ἢ δικαίαν ἐργασάμενος σφαγὴν ἀπὸ τοσούτων ἀπαλλαγῆναι θανάτων. Εἰ δὲ τὸν μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντα ἀμύνασθαι καὶ μισεῖν οὐ χρὴ, πολλῷ μᾶλλον εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα. Πολλοῖς δοκεῖ τὸ κακῶς ἀκούειν, καὶ εἰς ὑπόληψιν παραβλάπτεσθαι παρὰ τῶν ἐχθρῶν, πάντων θανάτων ἀφορητότερον εἶναι. Φέρε οὖν καὶ αὐτὸ τοῦτο ἐξετάσωμεν· Εἶπέ σέ τις κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; Ταῦτα εἰ μὲν ἀληθῆ λέγῃ, διόρθωσαι· εἰ δὲ ψευδῆ, καταγέλασον· εἰ σύνοιδας σαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνησον· μᾶλλον δὲ μὴ καταγελάσῃς, μηδὲ καταφρονήσῃς μόνον, ἀλλὰ καὶ χαῖρε, καὶ σκίρτα κατὰ τὸν τοῦ Κυρίου λόγον, τὸν κελεύοντα οὕτω ποιεῖν. Ὅταν γὰρ ὀνειδίσωσι, φησὶν, ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Χαίρετε καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ψευδόμενοι. Ὅτι δὲ κἂν ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς, μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρὸν, καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν· καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν ὑμῖν παραστῆσαι πειράσομαι, ἵνα μάθητε ὅτι ὅσα οὐκ ὠφελοῦσι φίλοι ἐπαινοῦντες καὶ χαριζόμενοι, τοσαῦτα ὠφελοῦσιν ἐχθροὶ κακῶς λέγοντες, κἂν ἀληθεύωσι, μόνον ἂν εἰς δέον ἡμεῖς ταῖς κατηγορίαις χρήσασθαι βουληθῶμεν. Οἱ μὲν γὰρ φίλοι πολλάκις καὶ πρὸς χάριν κολακεύουσιν· οἱ δ' ἐχθροὶ τὰ ἁμαρτήματα εἰς μέσον ἄγουσιν. Ἐπειδὴ γὰρ ὑπὸ φιλαυτίας ἡμεῖς τὰ ἡμέτερα πλημμελήματα οὐχ ὁρῶμεν, ὑπὸ τῆς ἔχθρας ἐκεῖνοι πολλάκις ἡμῶν ἀκριβέστερον θεασάμενοι, καὶ ὀνειδίσαντες εἰς ἀνάγκην ἡμᾶς ἐνέβαλον διορθώσεως, καὶ γέγονεν ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις, οὐ μόνον ὅτι μιμνησκόμενοι παρ' ἐκείνων νοοῦμεν ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ καὶ ἀποτιθέμεθα. Ἂν γὰρ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα, ὃ σὺ σαυτῷ σύνοιδας, σὺ δ' ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Ἆρα τί τούτου γένοιτ' ἂν μακαριώτερον; τί δ' εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; Ἀλλ' ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν, ἵνα μηδὲν ἀμφιβάλῃς λοιπόν. Φαρισαῖός τις ἦν, καὶ τελώνης· ὁ μὲν εἰς ἐσχάτην 54.701 κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος ἄκρας· καὶ γὰρ τὰ