1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

23

φωνὴν διαθερμανθεὶς ὁ Σαοὺλ ἔλεγεν· Ἡ φωνή σου αὕτη, τέκνον ∆αυΐδ; Τί γοῦν ὁ ∆αυΐδ; ∆οῦλός σου, κύριέ μου βασιλεῦ. Ἅμιλλα λοιπὸν καὶ φιλονεικία γίνεται, τίς τὸν πλησίον μειζόνως τιμήσει. Ἐκεῖνος εἰς συγγένειαν ἤγαγεν, οὗτος δεσπότην αὐτὸν ὠνόμασεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἓν ζητῶ μόνον, φησὶ, σωτηρίαν τὴν σὴν, καὶ τὴν ἐπίδοσιν τῆς ἀρετῆς. Τέκνον με ἐκάλεσας, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμοῦ πονηρὸν, καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Τὸν γὰρ ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα τῇ τιμῇ ἀλλήλους προηγεῖσθαι, ὑπερέχοντας ἑαυτῶν· οὐ καθάπερ πολλοὶ, βοσκημάτων διακείμενοι χεῖρον, οὐδὲ προσειπεῖν τὸν πλησίον ἀνέχονται πρότεροι, νομίζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ ψιλῆς τινι μεταδοῖεν προσρήσεως. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν καταγελαστότερον; τί τοῦ τύφου τούτου καὶ τῆς ἀπονοίας αἰσχρότερον; Τότε γὰρ, τότε ἠλαττόνηκας, ὦ ἄνθρωπε, τότε ὑβρίσθης, τότε ἠτιμάσθης, ὅταν ἀναμείνῃς τὸν πλησίον πρότερόν σε προσειπεῖν. Τί γὰρ ἀπονοίας χεῖρον; τί δὲ τύφου καὶ κενοδοξίας καταγελαστότερον; Ἂν μὲν γὰρ πρότερος προσείπῃς, καὶ ὁ Θεὸς ἐπαινέσεται, ὃ πάντων μεῖζον, καὶ ἄνθρωποι δὲ ἀποδέξονται, καὶ τῆς ἐκείνου προσρήσεως σὺ τὸν μισθὸν ἅπαντα λήψῃ· ἂν δ' ἀναμείνῃς πρότερον τιμηθεὶς οὕτω τιμῆσαι, οὐδὲν μέγα εἰργάσω λοιπόν. Ὁ γὰρ τῆς εἰς σὲ κατάρξας τιμῆς, αὐτὸς καὶ τῆς παρὰ σοῦ γενομένης εἰς αὐτὸν θεραπείας τὸν μισθὸν ἅπαντα λήψεται. Μὴ ἀναμένωμεν τοίνυν τιμᾶσθαι παρ' ἑτέρων πρότεροι· ἀλλ' ἐπιτρέχωμεν ταῖς εἰς τὸν πλησίον τιμαῖς, καὶ τῆς προσρήσεως ἀεὶ κατάρχωμεν, καὶ μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ κατόρθωμα τοῦτο, τὸ γενέ54.704 σθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον. Πολλὰς γοῦν φιλίας ἐλλειφθὲν τοῦτο διέκοψε, πολλὰς ἔχθρας εἰργάσατο· ὡσπεροῦν μετὰ σπουδῆς πληρούμενον χρονίους πολέμους κατέλυσε, καὶ τὰς οὔσας φιλίας ἀπέσφιγξε. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ' εἰ μὲν οἷόν τε, τοὺς ἀπαντῶντας, οἷοί τινες ἂν ὦσι, καὶ ἐν ταῖς προσρήσεσι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι πρότεροι θεραπεύωμεν. Ἂν δέ σε ἕτερος φθάσῃ, μείζονα ἐπίδειξαι τὴν τιμὴν πάλιν. Καὶ γὰρ καὶ τοῦτο παρῄνεκεν ὁ Παῦλος, οὕτως εἰπών· Ἀλλήλους ἡγεῖσθε ὑπερέχοντας ἑαυτῶν. Οὕτως ὁ ∆αυῒδ ἐποίησε, καὶ πρότερος ἐτίμησε, καὶ τιμηθεὶς πάλιν μειζόνως ἀντετίμησεν, εἰπών· ∆οῦλός σου, κύριέ μου βασιλεῦ. Καὶ ὅρα ὅσον εἰργάσατο κέρδος. Ἐπειδὴ γὰρ εἶπε τοῦθ' ὁ ∆αυῒδ, οὐκ ἤνεγκεν ἀδακρυτὶ λοιπὸν ταύτην ἀκοῦσαι τὴν φωνὴν ὁ Σαούλ· ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ, καὶ τὴν φιλοσοφίαν, ἣν ὁ ∆αυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν. ζʹ. Τί γένοιτ' ἂν τοῦ Προφήτου μακαριώτερον, ὃς ἐν βραχείᾳ καιροῦ ῥοπῇ οὕτω τὸν ἐχθρὸν μετεῤῥύθμισε, καὶ ψυχὴν αἵματος καὶ σφαγῆς διψῶσαν λαβὼν εἰς θρήνους ἐνέβαλεν ἀθρόον καὶ ὀλολυγμούς; Οὐχ οὕτω θαυμάζω τὸν Μωσέα, ὅτι ἀπὸ πέτρας ἀκροτόμου πηγὰς ἐξήγαγεν ὑδάτων, ὡς θαυμάζω τὸν ∆αυῒδ, ὅτι ἐξ ὀφθαλμῶν λιθίνων πηγὰς ἐξήγαγε δακρύων. Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέσεως περιεγένετο· ἐκεῖνος ἐπάταξε τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ' ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ· ὅπερ οὖν καὶ ἐποίησε, μείζονα τῆς προτέρας εὐεργεσίας ἐπιδειξάμενος. Ἐπαίνου μὲν ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν· πολλῷ δὲ πλειόνων ἂν εἴη στεφάνων τὸ καὶ αὐτὴν αὐτοῦ μεταβαλεῖν τὴν προαίρεσιν, καὶ βελτίω ποιῆσαι, καὶ πρὸς τὴν οἰκείαν αὐτὸν ἐπιείκειαν μεταβαλεῖν. Αὕτη μείζων ἐκείνης ἡ εὐεργεσία. Οὐ γάρ ἐστιν ἴσον ζωὴν χαρίσασθαι, καὶ εἰς