1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

25

λυπῆσαι δυνήσεται. ηʹ. Καὶ τί λέγω, τῶν λεγομένων; Οὐδὲν τῶν γινομέ54.706 νων, ὡσπεροῦν οὐδὲ τὸν μακάριον τοῦτον· ἀλλ' ὁρῶν τὸν πολέμιον κατὰ τῆς αὐτοῦ σωτηρίας ὁπλιζόμενον, καὶ πάντα διὰ τοῦτο κινοῦντα, οὐ μόνον οὐκ ἠγρίανεν, ἀλλὰ καὶ εἰς πλείονα ἦλθε συμπάθειαν· ὅσῳ μείζονα ἐπεβούλευε, τοσούτῳ μᾶλλον αὐτὸν ἐδάκρυεν. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐχ ὁ πάσχων κακῶς, ἀλλ' ὁ ποιῶν, οὗτός ἐστι δακρύων ἄξιος καὶ θρήνων, ἑαυτὸν καταβλάπτων. ∆ιὰ τοῦτο καὶ μακρὰν πρὸς αὐτὸν συνέθηκεν ἀπολογίαν, καὶ οὐ πρότερον ἀπέστη, ἕως καὶ αὐτὸν ἀπολογήσασθαι παρεσκεύασε μετὰ δακρύων καὶ θρήνων. Ἐπειδὴ γὰρ ἀνῴμωξε καὶ πικρὰν ἀφῆκε φωνὴν, καὶ μέγα ἀνωλόλυξεν, ἄκουσον τί φησι· ∆ίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ μὲν ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δ' ἀνταπέδωκά σοι κακά. Ὁρᾷς πῶς καὶ τῆς οἰκείας κακίας καταγινώσκει, καὶ τὴν ἀρετὴν ἀνυμνεῖ τοῦ δικαίου, καὶ μηδενὸς ἀναγκάζοντος ἀπολογεῖται; Οὕτω καὶ σὺ ποίησον. Ἐπειδὰν λάβῃς τὸν ἐχθρὸν, μὴ κατηγορήσῃς, ἀλλ' ἀπολόγησαι, ἵνα παρασκευάσῃς ἐκεῖνον ἑαυτοῦ κατηγορῆσαι. Ἂν μὲν γὰρ ἡμεῖς κατηγορῶμεν, τραχύνεται· ἂν δ' ἀπολογησώμεθα, ἐντρεπόμενος ἡμῶν τὴν ἐπιείκειαν, αὐτὸς ἑαυτοῦ κατηγορήσει λοιπόν. Καὶ οὕτως ὅ τε ἔλεγχος ἀνύποπτος γίνεται, ἐκεῖνός τε τῆς πονηρίας ἀπαλλάττεται πάσης. Ὅπερ οὖν καὶ ἐνταῦθα συνέβη· καὶ κατηγορεῖ μετὰ πολλῆς τῆς σφοδρότητος ὁ ἀδικήσας, τοῦ ἠδικημένου σιγῶντος. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Εἰργάσω εἰς ἐμὲ ἀγαθὰ, ἀλλ', Ἀνταπέδωκάς μοι ἀγαθά· τουτέστιν, Ἀντὶ τῆς ἐπιβουλῆς, ἀντὶ τῆς σφαγῆς, ἀντὶ τῶν μυρίων κακῶν ἐκείνων εὐεργεσίαις ἡμᾶς ἠμείψω μεγάλαις. Ἐγὼ δ' οὐδ' οὕτως ἐγενόμην βελτίων, ἀλλὰ καὶ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ· καὶ οὐδ' οὕτω μετεβάλου, ἀλλὰ διέμεινας τὸν σαυτοῦ διατηρῶν τρόπον καὶ πάλιν ἡμᾶς ἐπιβουλεύοντας εὐεργετῶν. Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος καθ' ἕκαστον τῶν ῥημάτων τούτων ὁ ∆αυΐδ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτὰ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ' ἡ σοφία καὶ ἡ τέχνη τοῦ ∆αυῒδ εἰς τὴν ἐκείνου κατεφύτευσεν αὐτὰ ψυχήν. Καὶ ἀπήγγειλάς μοι σήμερον, φησὶν, ἃ ἐποίησάς μοι ἀγαθὰ, ὡς ἀπέκλεισέ με Κύριος σήμερον εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκτεινάς με. Καὶ ἑτέραν αὐτῷ μαρτυρεῖ πάλιν ἀρετὴν, ὅτι εὐεργετήσας οὐκ ἐσίγησεν, οὐδ' ὑπερεῖδεν, ἀλλ' ἐλθὼν εἶπεν, οὐ πρὸς ἐπίδειξιν τοῦτο ποιῶν, ἀλλὰ δεῖξαι βουλόμενος, καὶ διὰ τῶν ἔργων αὐτῶν διδάξαι, ὅτι τῶν κηδομένων ἐστὶ καὶ προνοούντων, οὐ τῶν ἐπιβουλευόντων καὶ πονηρευομένων. Τὸ γὰρ τὰς ἰδίας εὐεργεσίας λέγειν ἔστιν, ὅπου τὸ κέρδος ἔχει μέγιστον. Ὅταν γὰρ μηδεμιᾶς ὑποθέσεως οὔσης προσφέρῃ τις αὐτὰς καὶ ἀνακηρύττῃ, τῶν ὀνειδιζόντων οὐδὲν ἄμεινον διακείσεται· ὅταν δὲ βουλόμενος πεῖσαι τὸν διεφθαρμένον, καὶ πονηρὰν περὶ αὐτοῦ πρόληψιν ἔχοντα τοῦτο ποιῇ, κηδεμών ἐστι καὶ εὐεργέτης· ὅπερ οὖν καὶ ὁ ∆αυῒδ ἐποίησεν, οὐ τῆς παρ' αὐτοῦ δόξης ἐρῶν, ἀλλὰ τὸν ἐῤῥιζωμένον ἐν αὐτῷ θυμὸν ἀνασπάσαι βουλόμενος. Καὶ διὰ τοῦτο γοῦν αὐτὸν ἐπῄνεσεν, ὅτι καὶ εὐεργέτησε, καὶ τὴν εὐεργεσίαν εἶπεν. Εἶτα ζητῶν ἀμοιβὴν, καὶ οὐδεμίαν ἔχων τῶν γεγενημένων ἴσην εὑρεῖν, τὸν Θεὸν αὐτὸν αὐτῷ δίδωσιν ὀφειλέτην, οὑτωσὶ λέγων· Ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ σήμερον. Τί γὰρ καὶ εἶχεν ἄξιον ἀποδοῦναι τῶν εὐεργεσιῶν, εἰ καὶ βασιλείαν 54.707 ἔδωκε, καὶ τὰς πόλεις ἁπάσας; Οὐ γὰρ πόλεις ἁπλῶς καὶ βασιλείαν, ἀλλὰ καὶ αὐτὴν αὐτῷ τὴν ψυχὴν ἐχαρίσατο ὁ ∆αυΐδ· οὗτος δὲ ψυχὴν ἀντιδοῦναι ἑτέραν οὐκ εἶχε. ∆ιὰ τοῦτο αὐτὸν τῷ Θεῷ παραπέμπει, καὶ ταῖς ἐκεῖθεν γεραίρει ἀμοιβαῖς, τοῦτόν τ' ἐπαινῶν καὶ παιδεύων ἅπαντας, ὅτι τότε μείζους ἡμῖν παρὰ