1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

1

De Lazaro

Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον.

48.963 Λόγος πρῶτος.

αʹ. Τὴν χθὲς ἡμέραν, ἑορτὴν οὖσαν σατανικὴν, ἐποιήσατε ὑμεῖς ἑορτὴν

πνευματικὴν, μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ' ἡμῶν δεξάμενοι λόγους, καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες, καὶ μέθην μεθυσθέντες σωφροσύνης γέμουσαν, καὶ μετὰ τοῦ Παύλου χορεύσαντες. ∆ιπλοῦν τοίνυν οὕτω τὸ κέρδος ὑμῖν γέγονεν, ὅτι καὶ τῆς ἀτάκτου τῶν μεθυόντων ἀπηλλάγητε χορείας, καὶ σκιρτήματα ἐσκιρτήσατε πνευματικὰ, πολλὴν εὐταξίαν ἔχοντα· καὶ μετέσχετε κρατῆρος, οὐκ ἄκρατον ἐκχέοντος, ἀλλὰ διδασκαλίας πεπληρωμένου πνευματικῆς· καὶ αὐλὸς ἐγένεσθε καὶ κιθάρα τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τῶν ἄλλων τῷ διαβόλῳ χορευόντων, ὑμεῖς ὄργανα καὶ σκεύη πνευματικὰ κατασκευάσαντες ἑαυτοὺς, διὰ τῆς ἐνταῦθα διατριβῆς, ἐδώκατε τῷ Πνεύματι κροῦσαι τὰς ὑμετέρας ψυχὰς, καὶ τὴν παρ' ἑαυτοῦ χάριν ἐμπνεῦσαι ταῖς ὑμετέραις καρδίαις· ὅθεν καὶ παναρμόνιον ἠχήσατε μέλος, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰς ἄνω δυνάμεις εὐφραῖνον. Φέρε οὖν καὶ σήμερον κατὰ μέθης ὁπλίσωμεν τὴν γλῶσσαν, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα καταβάλωμεν βίον· κατηγορήσωμεν τῶν ἐν αὐτῇ διημερευόντων, οὐχ ἵνα αὐτοὺς καταισχύνωμεν, ἀλλ' ἵνα αὐτοὺς αἰσχύνης ἀπαλλάξωμεν· οὐχ ἵνα αὐτοὺς ὀνειδίσωμεν, ἀλλ' ἵνα αὐτοὺς διορθωσώμεθα· οὐχ ἵνα αὐτοὺς ἐκπομπεύσωμεν, ἀλλ' ἵνα πομπῆς ἀσχήμονος ἀπαγάγωμεν, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπάσωμεν· ὁ γὰρ ἐν μέθῃ διημερεύων καὶ τρυφῇ καὶ ἀδηφαγίᾳ, ὑπ' αὐτὴν τοῦ διαβόλου τὴν τυραννίδα γεγένηται. Καὶ γένοιτο μέν τι πλέον γενέσθαι ἐκ τῶν ἡμετέρων ῥημάτων· ἂν δ' ἄρα τοῖς αὐτοῖς ἐπιμένωσι καὶ μετὰ τὴν παραίνεσιν, οὐδὲ οὕτως ἡμεῖς ἀποστησόμεθα τῆς πρὸς αὐτοὺς συμβουλῆς· καὶ γὰρ αἱ κρῆναι, κἂν μηδεὶς ὑδρεύηται, ῥέουσι, καὶ αἱ πηγαὶ, κἂν μηδεὶς ἀρύηται, ἀναβλύζουσι, καὶ οἱ ποταμοὶ, κἂν μηδεὶς πίνῃ, τρέχουσι. ∆εῖ τοίνυν καὶ τὸν λέγοντα, κἂν μηδεὶς προσέχῃ, τὰ παρ' ἑαυτοῦ πάντα πληροῦν. Καὶ γὰρ νόμος ἡμῖν τοῖς τὴν τοῦ λόγου διακονίαν ἐγκεχειρισμένοις παρὰ τοῦ φιλανθρώπου κεῖται Θεοῦ, μηδέποτε τὰ παρ' ἑαυτῶν ἐλλιμπάνειν, μηδὲ σιγᾷν, κἂν ἀκούῃ τις, κἂν παρατρέχῃ. Ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν, καὶ τὰ μέλλοντα προαναφωνῶν δεινὰ, παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο, καὶ δι' ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἀποστῆναι ἐκείνης, 48.964 ἀνθρώπινόν τι παθὼν, καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας οὐκ ἐνεγκών. Καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος δι' ὧν φησιν· Ἐγενόμην εἰς γέλωτα ὅλην τὴν ἡμέραν· εἶπον· οὐ μὴ λαλήσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ἐγένετο ἐν ἐμοὶ ὡς πῦρ καιόμενον καὶ φλεγμαῖνον ἐν τοῖς ὀστέοις μου· παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐβουλευσάμην ἀποστῆναι τῆς προφητείας, φησὶν, ἐπειδὴ οὐκ ἤκουον οἱ Ἰουδαῖοι· καὶ ἅμα τοῦτο ἐβουλευσάμην, καθάπερ πῦρ εἰς τὴν ψυχὴν ἐνέπεσε τὴν ἐμὴν ἡ τοῦ πνεύματος ἐνέργεια, καὶ πάντα τὰ ἔνδον κατέφλεγεν, ἐπιδαπανῶσά μου τὰ ὀστᾶ, καὶ κατεσθίουσα οὕτως, ὡς μὴ δύνασθαί με ἐνεγκεῖν τὸν ἐμπρησμὸν ἐκεῖνον. Εἰ δὲ ὁ γελώμενος καὶ χλευαζόμενος ἐκεῖνος καὶ καθ' ἑκάστην λοιδορούμενος τὴν ἡμέραν, ἐπειδὴ ἐβουλεύσατο σιγῆσαι, τοσαύτην ὑπέστη τιμωρίαν, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, τοιοῦτον μὲν οὐδέπω