1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

3

γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας ἄρου48.966 ραν, καὶ ἀποτυχὼν τοῦ κέρδους, πάλιν αὐτὴν εἰργάσατο, καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε. Καὶ ἔμπορος δὲ ναυάγια πολλὰ πολλάκις ὑπομείνας, οὐκ ἀπέστη τοῦ λιμένος, ἀλλὰ καὶ πλοῖον καθείλκυσε, καὶ ναύτας ἐμισθώσατο, καὶ χρήματα δανεισάμενος τῶν αὐτῶν ἥψατο πραγμάτων, καίτοι τοῦ μέλλοντος ὁμοίως ὄντος ἀδήλου. Καὶ ἕκαστος δὲ τῶν ὁτιοῦν μετιόντων οὕτω ποιεῖν εἰώθασιν, ὥσπερ ὁ γεωργὸς καὶ ὁ ἔμπορος. Εἶτα ἐκεῖνοι μὲν τοσαύτῃ χρῶνται πρὸς τὰ βιωτικὰ σπουδῇ, καίτοι τοῦ τέλους ὄντος ἀδήλου, ἡμεῖς δὲ, ἂν εἰπόντες μὴ ἀκουσθῶμεν, εὐθέως ἀποστησόμεθα; καὶ ποίαν ἕξομεν συγγνώμην; τίνα δὲ ἀπολογίαν; Καίτοι ἐκείνοις μὲν ἐν ταῖς ἀποτυχίαις οὐδείς ἐστιν ὁ τὴν ζημίαν παραμυθησόμενος, οἷον ἐὰν ἐπικλύσῃ τὸ πλοῖον ἡ θάλασσα, οὐδεὶς τὴν πενίαν τοῦ ναυαγοῦντος διορθώσεται· ἂν καταχώσῃ τὴν ἄρουραν ἐπομβρία, καὶ ἀποπνίξῃ τὰ σπέρματα, ἀνάγκη κεναῖς τὸν γεωργὸν οἴκαδε ἀναχωρῆσαι χερσίν. Ἐφ' ἡμῶν δὲ τῶν λεγόντων καὶ παραινούντων οὐχ οὕτως. Ἀλλὰ κἂν καταβάλῃς τὰ σπέρματα, καὶ ὁ ἀκροατὴς μὴ δέξηται, μηδὲ ἐνέγκῃ τὸν καρπὸν τῆς ὑπακοῆς, σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον παρὰ τοῦ Θεοῦ τῆς συμβουλῆς, καὶ τοσαύτην ἀπολήψῃ τὴν ἀμοιβὴν, καὶ παρακούσαντος ἐκείνου, ὅσην ἔλαβες ἂν, εἰ ὑπήκουσε· τὸ γὰρ σαυτοῦ πᾶν ἐπλήρωσας. Τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι, ἀλλὰ τοῦ συμβουλεῦσαι μόνον· τὸ μὲν γὰρ παραινέσαι ἡμέτερον, τὸ δὲ πεισθῆναι ἐκείνων. Καὶ καθάπερ ἂν ἡμῶν μὴ παραινεσάντων μυρία κατορθώσωσιν ἐκεῖνοι, μόνοις αὐτοῖς ἅπας ὁ μισθὸς κείσεται, ἡμῖν δὲ οὐδὲν ἔσται τὸ κέρδος, ἐπειδὴ μὴ συνεβουλεύσαμεν· οὕτως ἂν ἡμῶν παραινεσάντων ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ· τὸ γὰρ ἡμῶν ἅπαν ἐπληρώσαμεν. Καταβαλεῖν μόνον κελευόμεθα τὰ ἀργύρια ἐπὶ τοὺς τραπεζίτας, εἰπεῖν καὶ συμβουλεῦσαι. Εἰπὲ τοίνυν, καὶ παραίνεσον τῷ ἀδελφῷ. Ἀλλ' οὐκ ἤκουσεν; Ἀλλὰ σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον, μόνον ἂν ἀεὶ τοῦτο ποιῇς, ἂν μηδέποτε ἀποστῇς, ἕως ἂν πείσῃς, ἕως ἂν ἐμπνέῃς. Πέρας ἔστω τῆς συμβουλῆς ἡ ὑπακοὴ τοῦ τὴν παραίνεσιν ὑποδεχομένου. Ὁ διάβολος κατὰ τῆς σωτηρίας ἀεὶ τρέχει τῆς ἡμετέρας, οὐδὲν αὐτὸς κερδαίνων, ἀλλὰ καὶ τὰ μέγιστα βλαπτόμενος ἀπὸ τῆς σπουδῆς· ἀλλ' ὅμως τοσαύτην ἔχει μανίαν, ὡς καὶ πολλάκις ἀδυνάτοις ἐπιχειρεῖν πράγμασι, καὶ ἐπιθέσθαι μὴ μόνον ἐκείνοις, οὓς προσδοκᾷ πάντως ὑποσκελίζειν καὶ περιτρέπειν, ἀλλὰ καὶ οὓς εἰκὸς περιέσεσθαι τῶν μηχανημάτων αὐτοῦ. Τὸν γοῦν Ἰὼβ ἀκούων ἐπαινούμενον παρὰ τοῦ τὰ ἀπόῤῥητα πάντα εἰδότος Θεοῦ, προσεδόκησε δυνήσεσθαι καὶ περιτρέπειν· καὶ οὐκ ἀπέστη πάντα κινῶν καὶ μηχανώμενος ὁ δόλιος, ὥστε ὑποσκελίσαι τὸν ἄν48.967 θρωπον· καὶ οὐκ ἀπεγίνωσκεν ὁ μιαρὸς καὶ παμπόνηρος δαίμων ἐκεῖνος, καίτοι τοῦ Θεοῦ τοσαύτην τῷ δικαίῳ ψηφισαμένου τὴν ἀρετήν. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐρυθριάζομεν, εἰπέ μοι, εἰ, τοῦ διαβόλου μηδέποτε ἀπογινώσκοντος τῆς ἀπωλείας ἡμῶν, ἀλλ' ἀεὶ προσδοκῶντος αὐτὴν, αὐτοὶ τῆς τῶν ἀδελφῶν ἀπογνωσόμεθα σωτηρίας; Καίτοι ἐκεῖνον μὲν καὶ πρὸ τῆς πείρας ἀποστῆναι τῶν παλαισμάτων ἔδει· Θεὸς γὰρ ἦν ὁ μαρτυρῶν τῷ δικαίῳ τὴν ἀρετήν· ἀλλ' ὅμως οὐκ ἀπέστη, ἀλλ' ὑπὸ πολλῆς μανίας τῆς καθ' ἡμῶν καὶ μετὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν ἤλπισε περιέσεσθαι τοῦ γενναίου τότε ἐκείνου. Ἡμᾶς δὲ οὐδέν ἐστι τοιοῦτον τὸ ποιοῦν εἰς ἀπόγνωσιν ἐμπίπτειν, καὶ ὅμως ἀφιστάμεθα. Καὶ ὁ μὲν διάβολος, καίτοι τοῦ Θεοῦ κωλύοντος, οὐκ ἀναχωρεῖ τῆς καθ' ἡμῶν μάχης· σὺ δὲ, τοῦ Θεοῦ προτρέποντός σε καὶ διεγείροντος εἰς τὴν ἀντίληψιν τῶν πεπτωκότων, ἀποπηδᾷς; Ἤκουσεν ὁ διάβολος τοῦ Θεοῦ λέγοντος· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, καὶ ὅτι οὐδείς ἐστι τοιοῦτος τῶν ἐπὶ τῆς γῆς· καὶ μετὰ τοσαύτας καὶ τοιαύτας ψήφους ἐνέμεινεν ὅμως λέγων· μήποτε τῇ συνεχείᾳ καὶ τῷ μεγέθει