1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

4

τῶν ἐπαγομένων αὐτῷ κακῶν δυνηθῶ αὐτοῦ περιγίνεσθαι, καὶ τὸν μέγαν τοῦτον καθελεῖν πύργον; δʹ. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, ἀγαπητοὶ, τίς δὲ ἀπολογία, εἰ τοσαύτῃ τοῦ πονηροῦ δαίμονος καθ' ἡμῶν κεχρημένου μανίᾳ, ἡμεῖς μηδὲ τὸ πολλοστὸν τῆς τοσαύτης σπουδῆς εἰς τὴν σωτηρίαν τῶν ἡμετέρων ἀδελφῶν εἰσενέγκοιμεν, καὶ ταῦτα τὸν Θεὸν σύμμαχον ἔχοντες; Ὅταν γοῦν ἴδῃς σκληρὸν καὶ ἀπηνῆ τὸν ἀδελφὸν, καὶ μὴ προσέχοντά σοι, λέγε πρὸς σεαυτόν· Μήποτε τῷ χρόνῳ δυνηθῶμεν πεῖσαι; Οὕτω καὶ Παῦλος ἐκέλευσε ποιεῖν· ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας. Οὐχ ὁρᾷς τοὺς πατέρας, πῶς πολλάκις τῶν υἱῶν αὐτοῖς ἀπεγνωσμένων, παρακάθηνται δακρύοντες, θρηνοῦντες, καταφιλοῦντες, τὰ παρ' ἑαυτῶν εἰσφέροντες ἅπαντα ἕως ἐσχάτης ἀναπνοῆς; Τοῦτο καὶ σὺ περὶ τὸν ἀδελφὸν ποίησον. Καίτοι ἐκεῖνοι μὲν ἀπὸ τῶν θρήνων καὶ τῶν δακρύων οὔτε τὴν ἀῤῥωστίαν ἀπελάσαι, οὔτε τὸν θάνατον ἐπελθόντα ἀποκρούσασθαι δύνανται· σὺ δὲ ψυχὴν ἀπογνωσθεῖσαν τῇ καρτερίᾳ καὶ τῇ προσεδρίᾳ δυνήσῃ πολλάκις διὰ τῶν θρήνων καὶ τῶν δακρύων ἐπισπάσασθαι καὶ ἀναστῆσαι. Συνεβούλευσας, καὶ οὐκ ἔπεισας; δάκρυσον, καὶ καθάψῃ πολλάκις· στέναξον πικρὸν, ἵνα αἰδεσθείς σου τὴν κηδεμονίαν, ἐπιστρέψῃ πρὸς τὴν σωτηρίαν. Τί δυνήσομαι ἐγὼ μόνος ποιεῖν; οὐ γὰρ δὴ πᾶσιν ὑμῖν καθ' ἑκάστην συγγίνεσθαι δύναμαι μόνος τὴν ἡμέραν, οὐδὲ ἀρκῶ πλήθει τοσούτῳ διαλέγεσθαι μόνος. Ὑμεῖς δὲ, εἰ βουληθείητε τὴν ἀλλήλων διανείμασθαι σωτηρίαν, καὶ ἕκαστος ἕνα ἀπολαβεῖν τῶν ἠμελημένων ἀδελφῶν, ταχέως ἡμῖν τὰ τῆς οἰκοδομῆς αὐξηθήσεται. Καὶ τί χρὴ λέγειν τῶν μετὰ πολλὴν παραίνεσιν ἀνακτωμένων ἑαυτούς; Οὐδὲ γὰρ ἐκείνων τῶν ἀνίατα νοσούντων ἀφίστασθαι χρὴ καὶ ἀμελεῖν· κἂν προειδότες ὦμεν σαφῶς, ὅτι πολλῆς ἀπολαύσαντες τῆς σπουδῆς καὶ τῆς συμβουλῆς, οὐδὲν κερδανοῦσι 48.968 πλέον. Εἰ δὲ παράδοξος ὑμῖν ὁ λόγος οὗτος εἶναι δοκεῖ, φέρε, ἀφ' ὧν ὁ Χριστὸς ἐποίησέ τε καὶ εἶπεν, ἀπὸ τούτων αὐτὸν πιστωσόμεθα. Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι τὸ μέλλον ἀγνοοῦμεν, ὅθεν οὐδὲ διισχυρίζεσθαι δυνάμεθα περὶ τῶν ἀκουόντων, εἴτε πεισθήσονται, εἴτε ἀπειθήσουσι τοῖς παρ' ἡμῶν λεγομένοις· ὁ δὲ Χριστὸς ταῦτα ἀμφότερα εἰδὼς σαφῶς, οὐ διέλιπε τὸν οὐκ ἀκουσόμενον αὐτοῦ διορθούμενος μέχρι τέλους. Τὸν γοῦν Ἰούδαν εἰδὼς οὐκ ἀποστησόμενον τῆς προδοσίας, οὐ διέλιπε συμβουλαῖς, παραινέσεσιν, εὐεργεσίαις, ἀπειλαῖς, παντὶ τρόπῳ διδασκαλίας ἀναστέλλων αὐτὸν ἐκ τῆς προδοσίας, καὶ συνεχῶς ἀνακρουόμενος, ὥσπερ τινὶ χαλινῷ, τῷ λόγῳ. Τοῦτο δὲ ποιεῖ, παιδεύων ἡμᾶς, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται οἱ ἀδελφοὶ, τὰ παρ' ἑαυτῶν ἅπαντα ἀποπληροῦν, ὡς ἀπηρτισμένου τῆς συμβουλῆς ἡμῖν τοῦ μισθοῦ. Καὶ ὅρα πῶς συνεχῶς αὐτὸν καὶ σοφῶς ἀνέστελλε δι' ὧν ἔλεγεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ πάλιν· Οὐ περὶ πάντων ὑμῶν λέγω· οἶδα οὓς ἐξελεξάμην. Καὶ πάλιν· Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Καὶ ἠνείχετο πάντας ἐν ἀγωνίᾳ καθιστᾷν, ὥστε μὴ ἐκπομπεῦσαι τὸν προδότην, καὶ ἀναισχυντότερον ποιῆσαι τῇ τῶν ἐλέγχων περιφανείᾳ. Ὅτι γὰρ καὶ τοῖς ἄλλοις ἀγωνίαν καὶ φόβον ἐνέβαλε τὰ λεγόμενα, καίτοι μηδὲν ἑαυτοῖς συνειδόσι πονηρὸν, ἄκουσον πῶς ἕκαστος ἀγωνιῶν ἔλεγε· Μήτι ἐγώ εἰμι, Κύριε; Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτὸν ἐπαίδευεν. Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπεδείξατο πολλάκις καὶ διὰ πάντων, λεπροὺς καθαίρων, δαίμονας ἀπελαύνων, νοσοῦντας ἰώμενος, νεκροὺς ἐγείρων, παραλελυμένους σφίγγων, καὶ πάντας μὲν εὐηργέτησεν, ἐκόλασε δὲ οὐδένα, καὶ συνεχῶς ἔλεγεν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον· ἵνα μὴ νομίσῃ ὁ Ἰούδας, ὅτι εὐεργετεῖν μὲν μόνον οἶδεν ὁ Χριστὸς, κολάζειν δὲ οὐκέτι, καὶ τοῦτο αὐτὸν διδάσκει τὸ μέρος, οἷον ὅτι καὶ κολάζειν δύναται καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας. εʹ. Καὶ ὅρα πῶς σοφῶς καὶ προσηκόντως καὶ τοῦτον