1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

5

μὲν ἐπαίδευσε, καὶ ἀνθρώπων οὐδένα κολάσαι οὐδὲ τιμωρήσασθαι ἠνέσχετο. Πῶς οὖν; Ἵνα μάθῃ τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν ὁ μαθητής. Εἰ μὲν γὰρ ἐκόλασέ τινα, ἔδοξεν ἂν ἐναντιοῦσθαι ἑαυτῷ λέγοντι· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Πάλιν, εἰ μηδένα ἐκόλασεν, ἀδιόρθωτος ἔμενεν ὁ μαθητὴς, οὐ μανθάνων διὰ τῶν ἔργων τὴν κολαστικὴν αὐτοῦ δύναμιν. Τί οὖν ἵνα γένηται; Ὥστε καὶ τὸν μαθητὴν φοβηθῆναι καὶ μὴ καταφρονήσαντα γενέσθαι χείρω, καὶ ἀνθρώπων μηδένα πληγῆναι, μηδὲ κόλασιν ὑπομεῖναι καὶ τιμωρίαν, εἰς τὴν συκῆν τὴν δύναμιν ταύτην ἐπιδείκνυται ὁ Χριστὸς, εἰπὼν, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται, καὶ ῥήματι ψιλῷ ξηράνας αὐτὴν παραχρῆμα. Οὕτω γὰρ οἵ τε ἄνθρωποι πάντες ἔμενον ἀβλαβεῖς, αὐτός τε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείκνυτο, τοῦ φυτοῦ δεξαμένου τὴν τιμωρίαν. Καὶ ὁ μαθητὴς δὲ εἰ προσεῖχε, μεγάλην ἂν ἀπὸ τῆς κολάσεως ταύτης ἐκαρπώσατο τὴν ὠφέ48.969 λειαν· ἀλλ' ὅμως οὐδὲ οὕτω διωρθώθη. Ὁ δὲ Χριστὸς καὶ τοῦτο προειδὼς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον μετὰ τούτου πολλῷ μεῖζον τούτου ἐποίησεν. Ὅτε γοῦν ἐπέθεντο αὐτῷ οἱ Ἰουδαῖοι μετὰ μαχαιρῶν καὶ ξύλων τὰς χεῖρας ὁπλίσαντες κατ' αὐτοῦ, τότε πάντας αὐτοὺς ἐπήρωσε· τὸ γὰρ εἰπεῖν, Τίνα ζητεῖτε; τοῦτο ἐμφαίνοντος ἦν. Ἐπειδὴ γὰρ ἔλεγε συνεχῶς ὁ Ἰούδας· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τὸ πάθος, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησὶ, Τίνα ζητεῖτε; οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ' ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἅπαντας ἔῤῥιψε διὰ τῆς φωνῆς ταύτης. Καὶ ἐπειδὴ μηδὲ τοῦτο αὐτοὺς ἐπιεικεστέρους ἐποίησε, μηδὲ τὸν μιαρὸν ἐκεῖνον τῆς προδοσίας ἀπέστησεν, ἀλλ' ἔμενεν ἀνίατος ὢν, οὐδὲ οὕτω πάλιν ὁ Χριστὸς ἀπέστη τῆς περὶ αὐτὸν εὐνοίας τε καὶ ἐπιμελείας· ἀλλ' ὅρα πῶς ἐντρεπτικώτατα τῆς ἀναιδοῦς καθάπτεται ψυχῆς, καὶ φθέγγεται ῥήματα ἱκανὰ καὶ λιθίνην μαλάξαι διάνοιαν. Ἐπειδὴ γὰρ ὥρμησεν αὐτὸν φιλῆσαι, τί φησιν; Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; οὐδὲ αὐτὸ τῆς προδοσίας αἰσχύνῃ τὸ σχῆμα; Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς καθαπτόμενος αὐτοῦ, καὶ τῆς προτέρας ἀναμιμνήσκων συνηθείας. Ἀλλ' ὅμως τοσαῦτα τοῦ Κυρίου καὶ ποιήσαντος καὶ εἰπόντος, οὐκ ἐγένετο βελτίων ἐκεῖνος, οὐ παρὰ τὴν τοῦ συμβουλεύσαντος ἀσθένειαν, ἀλλὰ παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν. Ὁ δὲ Χριστὸς, καίτοι ταῦτα πάντα προειδὼς, οὐ διέλιπεν ἐξ ἀρχῆς μέχρι τέλους τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδεικνύμενος. Ἅπερ οὖν ἅπαντα καὶ ἡμᾶς εἰδότας, ἀγαπητοὶ, συνεχῶς καὶ διαπαντὸς τοὺς ἠμελημένους τῶν ἀδελφῶν τῶν ἡμετέρων ῥυθμίζειν καὶ φιλεῖν χρὴ, κἂν μηδὲν ἐκ τῆς συμβουλῆς γίνηται κέρδος. Εἰ γὰρ ὁ τὸ τέλος εἰδὼς τοιοῦτον ἐσόμενον, τοσαύτῃ περὶ τὸν οὐδὲν μέλλοντα καρποῦσθαι ἐκ τῆς παραινέσεως ταύτης ἐχρήσατο προνοίᾳ, ποίας ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, ὅταν μηδὲ τὴν τῶν πραγμάτων ἔκβασιν εἰδότες, οὕτω τῆς τῶν πλησίον σωτηρίας ῥᾳθυμῶμεν, ἐκ πρώτης καὶ δευτέρας αὐτοὺς συμβουλῆς ἐγκαταλιμπάνοντες; Μετὰ δὲ τῶν εἰρημένων ἁπάντων καὶ τὰ καθ' ἡμᾶς αὐτοὺς ἐννοήσωμεν, ὅτι καθ' ἑκάστην ἡμέραν τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, καθ' ἑκάστην παρακούομεν τὴν ἡμέραν· καὶ ὅμως οὐκ ἀφίσταται καὶ διαλεγόμενος καὶ παρακαλῶν ἀεὶ τοὺς ἀφηνιῶντας καὶ μὴ προσέχοντας. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσούτων ἐπαίνων ἄξιος ὁ προειδὼς, ὅτι πεισθήσεται πάντως ὁ δεχόμενος τὴν συμβουλὴν, καὶ οὕτω συμβουλεύων, ὡς ὁ πολλάκις μὲν εἰπὼν καὶ συμβουλεύσας καὶ ἀποτυχὼν, οὐκ ἀφιστάμενος δὲ οὐδὲ οὕτω. Τὸν μὲν γὰρ πρότερον ἡ τοῦ πεισθήσεσθαι ἐλπὶς τὸν ἀκούοντα, κἂν ἁπάντων νωθέστερος ᾖ, διεγείρει πρὸς τὴν παραίνεσιν· οὗτος δὲ ὁ