1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

6

συνεχῶς συμβουλεύων 48.970 καὶ παρακουόμενος, εἶτα οὐκ ἀφιστάμενος, θερμοτάτης καὶ γνησιωτάτης ἀγάπης τεκμήριον ἐπιδείκνυται, ἐλπίδι μὲν οὐδεμιᾷ τοιαύτῃ τρεφόμενος, διὰ δὲ τὸ πρὸς τὸν ἀκούοντα φίλτρον μόνον τῆς περὶ τὸν ἀδελφὸν οὐκ ἀφιστάμενος ἐπιμελείας. Ἀλλ' ὅτι μὲν χρὴ μηδέποτε ἀφίστασθαι τῶν πεπτωκότων, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται ἡμῖν, ἱκανῶς ἀποδέδεικται. ∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν τῶν τρυφώντων κατηγορίαν βαδίσαι. Ἕως γὰρ ἂν ἑστήκῃ ἡ ἑορτὴ αὕτη, καὶ τὰ ἕλκη τῆς μέθης ἐν ταῖς τῶν μεθυόντων ἐργάζεται ψυχαῖς ὁ διάβολος, καὶ ἡμᾶς τὰ φάρμακα ἐπιτιθέναι χρή. ʹ. Χθὲς μὲν οὖν τὸν Παῦλον αὐτοῖς ἐπετειχίσαμεν λέγοντα· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Σήμερον δὲ τὸν Παύλου ∆εσπότην δείξομεν αὐτοῖς, οὐχὶ παραινοῦντα μόνον, οὐδὲ συμβουλεύοντα ἀπέχεσθαι τρυφῆς, ἀλλὰ καὶ κολάζοντα τὸν ἐν τρυφῇ ζῶντα, καὶ τιμωρούμενον. Ἡ γὰρ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου καὶ τῶν ἑκατέροις συμβάντων ἱστορία οὐδὲν ἕτερον ἢ τοῦτο ἐνδείκνυται. Μᾶλλον δὲ, ἵνα μὴ παρέργως τοῦτο ποιήσωμεν, ἄνωθεν ὑμῖν αὐτὴν ἀναγνώσομαι τὴν παραβολήν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς· πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι, περιέλειχον τὰ ἕλκη αὐτοῦ. Τίνος μὲν οὖν ἕνεκεν ἐν παραβολαῖς ἐλάλει ὁ ∆εσπότης, καὶ τί δήποτε τῶν παραβολῶν τὰς μὲν ἔλυε, τὰς δὲ οὐκ ἔλυε, καὶ τί πότ' ἐστιν ἡ παραβολὴ, καὶ ὅσα τοιαῦτα, εἰς ἕτερον καιρὸν ταμιευσόμεθα, ὥστε μὴ τοῦ κατεπείγοντος ἀποστῆναι λόγου νῦν· ἐκεῖνο δὲ τέως πρὸς ὑμᾶς ἐροῦμεν μόνον, τίς ἐστι τῶν εὐαγγελιστῶν ὁ τὴν παραβολὴν ταύτην εἰρηκέναι τὸν Χριστὸν εἰπών. Τίς οὖν ἐστιν; Ὁ Λουκᾶς μόνος. Καὶ γὰρ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι, ὅτι τῶν εἰρημένων τὰ μὲν οἱ τέσσαρες εἶπον, τὰ δὲ κατ' ἰδίαν ἕκαστος ἀπολαβών. Τίνος ἕνεκεν; Ἵνα καὶ τῶν λοιπῶν ἀναγκαία ἡμῖν ἡ ἀνάγνωσις γένηται, καὶ τὸ τῆς συμφωνίας ἐξαίρετον διαφανῇ. Εἰ μὲν γὰρ πάντες ἅπαντα εἶπον, οὐκ ἂν πᾶσι μετὰ σπουδῆς προσείχομεν, ἀρκοῦντος ἑνὸς διδάξαι τὸ πᾶν· εἰ δὲ πάντες πάντα ἐξηλλαγμένα εἶπον, οὐκ ἂν ἐφάνη τὸ τῆς συμφωνίας ἐξαίρετον. ∆ιὰ τοῦτο καὶ κοινῇ πάντες πολλὰ ἔγραψαν, καὶ κατ' ἰδίαν ἕκαστος ἀπολαβών. Ὅπερ οὖν Χριστὸς διὰ τῆς παραβολῆς διδάσκει, τοῦτό ἐστιν. Ἄνθρωπός τις, φησὶν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφορᾶς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει. Ὅτι γὰρ οὐδὲν τῶν ἀδοκήτων συνέβαινεν αὐτῷ, οὐδ' ἀθυμίας ὑπόθεσις, οὐδ' ἀνωμαλία τις βιωτικὴ, αὐτὸ τοῦτο ᾐνίξατο τὸ εἰπεῖν, ὅτι ηὐφραίνετο καθ' ἡμέραν. Ὅτι δὲ κακίᾳ συνέζη, δῆλον μὲν καὶ ἐκ τοῦ λαχόντος αὐτῷ τέλους, καὶ πρὸ τοῦ τέλους δὲ ἐκ τῆς περὶ τὸν πένητα γενομένης ὑπεροψίας. Ὅτι γὰρ οὐ μόνον ἐκεῖνον τὸν ἐν 48.971 τῷ πυλῶνι, ἀλλ' οὐδ' ἄλλον τινὰ ἠλέει, αὐτὸς ἐκεῖνος τοῦτο ἔδειξεν. Εἰ γὰρ τὸν ἐν τῷ πυλῶνι διηνεκῶς ἐῤῥιμμένον, καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενον, ὃν καθ' ἑκάστην ἡμέραν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πλεονάκις, ὁρᾷν ἠναγκάζετο εἰσιὼν καὶ ἐξιών· οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ' ἐν κρυπτῷ καὶ στενωπῷ κατέκειτο τόπῳ, ἀλλ' ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο· εἰ τοίνυν τοῦτον οὐκ ἠλέησε, τὸν ἐν τοσούτῳ χαλεπῷ πάθει κατακείμενον, καὶ ἀπορίᾳ τοσαύτῃ συζῶντα, μᾶλλον δὲ διὰ παντὸς τοῦ βίου ἀῤῥωστίᾳ ταλαιπωροῦντα, καὶ ἀῤῥωστίᾳ χαλεπωτάτῃ· πρὸς τίνα ἂν τῶν ἐντυγχανόντων ἐπεκάμφθη ποτέ; Καὶ γὰρ εἰς τὴν προτέραν ἡμέραν παρέδραμε, τὴν δευτέραν εἰκὸς ἦν τι παθεῖν· εἰ δὲ καὶ ἐν ταύτῃ παρεῖδεν, ἀλλὰ τὴν τρίτην, ἢ τὴν τετάρτην, ἢ τὴν μετ' ἐκείνην, πάντως αὐτὸν ἐπικαμφθῆναι ἔδει, καὶ εἰ τῶν θηρίων ἀγριώτερος ἦν. Ἀλλ' οὐδὲν ἔπαθε τοιοῦτον· ἀλλὰ καὶ ἐκείνου τοῦ δικαστοῦ, τοῦ μήτε τὸν Θεὸν φοβουμένου, μήτε ἀνθρώπους αἰδουμένου καὶ ἰταμώτερος καὶ ἀπηνέστερος γέγονεν. Ἐκεῖνον μὲν γὰρ ἡ τῆς χήρας