1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

16

ἕτερον δὲ χαλεπώτατον κατειργάσατο, τοὺς γόητας τοὺς ὑπηρετουμένους αὐτῷ διὰ τούτων πείσας τῶν δογμάτων, πολλῶν νέων ἁπλῶν σώματα κατασφάττειν ἐλπίδι τοῦ δαίμονας ἔσεσθαι, καὶ πάλιν αὐτοῖς ὑπηρετεῖν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Τί οὖν, ὅτι οἱ δαίμονες λέγουσι, Τοῦ μοναχοῦ τοῦ δεῖνος ἡ ψυχή εἰμι, φησί; ∆ιὰ γὰρ τοῦτο οὐ πιστεύω, ἐπειδὴ δαίμονες λέγουσιν· ἀπατῶσι γὰρ τοὺς ἀκούοντας. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος καίτοι γε ἀληθεύοντας ἐπεστόμισεν αὐτοὺς, ἵνα μὴ πρόφασιν λαβόντες τοῖς ἀληθέσι καὶ ψευδῆ πάλιν ἀναμίξωσι, καὶ ἀξιόπιστοι γένωνται. Ἐπειδὴ γὰρ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶ, καταγγέλλοντες ὑμῖν ὁδὸν σωτηρίας, διαπονηθεὶς τῷ πνεύματι ἐπετίμησε τῷ Πύθωνι, καὶ ἐξελθεῖν ἐκέλευσε· καίτοιγε τί πονηρὸν ἔλεγον; Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν. Ἀλλ' ἐπειδὴ πολλοὶ τῶν ἀφελεστέρων ἀεὶ διακρίνειν οὐκ ἴσασι τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, καθάπαξ αὐτοῖς ἀπέκλεισε τὸ πιστεύεσθαι. Τῶν ἠτιμωμένων εἶ, φησὶν, ἀπαῤῥησίαστος εἶ, σιώπα, πεφίμωσο· οὐκ ἔστι σὸν τὸ κηρύττειν, ἀποστόλων ἐστὶ τοῦτο τὸ ἀξίωμα. Τί ἁρπάζεις τὸ μὴ σόν; Σίγα, ἠτίμωσαι. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε· λέγουσιν αὐτῷ τοῖς δαίμοσιν, Οἴδαμέν σε τίς εἶ, ἐπετίμησεν αὐτοῖς μετὰ πολλῆς τῆς σφοδρότητος, διδάσκων ἡμᾶς, μηδαμοῦ δαίμονι 48.984 πείθεσθαι, μηδὲ ἄν σοι ὑγιές τι λέγῃ Ἅπερ δὴ καὶ μαθόντες μὴ πειθώμεθα δαίμονι καθόλου, ἀλλὰ κἂν ἀληθές τι φθέγγηται, φεύγωμεν αὐτὸν καὶ ἀποστρεφώμεθα· τὰ γὰρ ὑγιῆ δόγματα καὶ σωτήρια οὐ παρὰ δαιμόνων, ἀλλὰ παρὰ τῆς θείας Γραφῆς ἐστι μετ' ἀκριβείας μαθεῖν. Ὅτι γὰρ οὐκ ἔστι ψυχὴν τοῦ σώματος ἐξελθοῦσαν ὑπὸ τὴν τῶν δαιμόνων γενέσθαι τυραννίδα, ἄκουσον τί φησιν ὁ Παῦλος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκ ἔτι ἁμαρτάνει. Εἰ γὰρ ἐν τῷ σώματι οἰκούσῃ τῇ ψυχῇ βίαν ἐπαγαγεῖν οὐ δυνήσεται ὁ διάβολος, εὔδηλον ὅτι οὐδὲ ἀπελθούσῃ. Πῶς οὖν ἁμαρτάνουσι, φησὶν, εἰ μὴ βίαν πάσχωσιν; Ἑκοῦσαι καὶ βουλόμεναι, καὶ ἑαυτὰς ἐκδιδοῦσαι, οὐκ ἀναγκαζόμεναι, οὐδὲ τυραννούμεναι. Καὶ τοῦτο ἐδήλωσαν ἅπαντες οἱ περιγενόμενοι τῶν ἐκείνου μηχανημάτων. Τὸν γοῦν Ἰὼβ μυρία κυκήσας οὐκ ἴσχυσε πεῖσαι βλάσφημόν τι ῥῆμα ἐξενεγκεῖν. Ὅθεν δῆλον ὅτι καὶ τοῦ πείθεσθαι καὶ τοῦ μὴ πείθεσθαι ταῖς ἐκείνου συμβουλαῖς ἡμεῖς ἐσμεν κύριοι, καὶ ἀνάγκην οὐδεμίαν, οὐδὲ τυραννίδα ὑφιστάμεθα παρ' ἐκείνου. Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῆς προκειμένης παραβολῆς εὔδηλον, ὅτι τοῦ σώματος αἱ ψυχαὶ ἐξελθοῦσαι, οὐκ ἔτι ἐνταῦθα διατρίβουσιν, ἀλλ' εὐθέως ἀπάγονται· καὶ ἄκουε πῶς. Ἐγένετο γὰρ αὐτὸν, φησὶν, ἀποθανεῖν, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων. Οὐχ αἱ τῶν δικαίων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐν πονηρίᾳ ζώντων ἀπάγονται ἐκεῖ αἱ ψυχαί· καὶ τοῦτο δὲ πάλιν ἐξ ἑτέρου πλουσίου δῆλον. Ἐπειδὴ γὰρ εὐφόρησεν ἡ χώρα αὐτοῦ, εἶπεν ἐν ἑαυτῷ· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Οὐδὲν ἀθλιώτερον τῆς τοιαύτης γνώμης. Ὄντως καθεῖλεν αὐτοῦ τὰς ἀποθήκας· ἀποθῆκαι γὰρ ἄσυλοι οὐχ οἱ τοῖχοι, ἀλλ' αἱ τῶν πενήτων εἰσὶ γαστέρες· ὁ δὲ ἐκείνας ἀφεὶς, περὶ τοίχους ἠσχολεῖτο. Τί οὖν φησι πρὸς αὐτὸν ὁ Θεός; Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ. Καὶ ὅρα· ἐνταῦθά φησιν ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων, ἐκεῖ ἀπαιτοῦσι· καὶ τὸν μὲν ὡς δεσμώτην ἐξῆγον, τὸν δὲ ὡς στεφανίτην ἐδορυφόρουν. Καὶ καθάπερ ἐν τῷ σκάμματι πολλά τινα τραύματα λαβόντα καὶ αἵματι κατεῤῥαντισμένον, εἶτα τὴν κεφαλὴν ἀναδησάμενον οἱ πρὸ τοῦ σκάμματος ἑστῶτες ὑποδεξάμενοι μετὰ πολλῆς τῆς εὐφημίας οἴκαδε ἄγουσι κροτοῦντες, εὐφημοῦντες, θαυμάζοντες· οὕτω καὶ τὸν Λάζαρον ἄγγελοι τότε ἀπήγαγον· ἐκείνου δὲ τὴν ψυχὴν ἀπῄτουν φοβεραί τινες δυνάμεις, ἴσως ἀπεσταλμέναι ἐπὶ τούτῳ· οὐ γὰρ αὐτόματος ἡ ψυχὴ πρὸς ἐκείνην ἀναχωρεῖ τὴν ζωὴν, ἐπειδὴ μηδὲ δυνατόν. Εἰ γὰρ πόλιν ἐκ πόλεως ἀμείβοντες, τοῦ χειραγωγοῦντος δεόμεθα, πολλῷ μᾶλλον ἡ ψυχὴ τῆς σαρκὸς ἀποῤῥαγεῖσα, καὶ πρὸς τὴν μέλλουσαν μεθισταμένη ζωὴν, τῶν ὁδηγησόντων