1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

20

φυλάττουσι τὰ δεδομένα, καὶ οὐκ ἀποχρῶνται τοῖς ἐμπιστευθεῖσιν, ἀλλ' οἷς ἂν ὁ δεσπότης, καὶ ἡνίκα κελεύσῃ, διανέμουσι. Τοῦτο καὶ σὺ ποίησον. Καὶ γὰρ ἔλαβες ἑτέρων πλείονα, καὶ ὑπεδέξω, οὐχ ἵνα αὐτὰ ἀναλώσῃς μόνος, ἀλλ' ἵνα καὶ ἑτέροις οἰκονόμος γένῃ καλός. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, τί δήποτε οὐχὶ παρ' ἑτέρῳ δικαίῳ τὸν Λάζαρον ὁρᾷ, ἀλλ' ἐν τοῖς κόλποις εἶδε τοῦ Ἀβραάμ. Φιλόξενος ἦν ὁ Ἀβραάμ· ἵν' οὖν καὶ οὗτος ἔλεγχος αὐτῷ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ' ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς παριόντας ἐθήρευε, καὶ εἰς τὴν οἰκίαν εἷλκεν εἴσω τὴν ἑαυτοῦ· οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα, καὶ θησαυρὸν τοσοῦτον ἔχων καὶ σωτηρίας ὑπόθεσιν, παρέτρεχε καθ' ἑκάστην ἡμέραν, καὶ οὐκ ἐχρήσατο εἰς δέον τῇ τοῦ πένητος προστασίᾳ. Ἀλλ' οὐχ ὁ πατριάρχης τοιοῦτος, ἀλλὰ τοὐναντίον ἅπαν· πρὸ τῶν θυρῶν καθήμενος ἐσαγήνευε τοὺς παριόντας 48.989 ἅπαντας, καὶ καθάπερ τις ἁλιεὺς ἀμφίβληστρον βάλλων εἰς τὴν θάλασσαν ἀνασπᾷ μὲν ἰχθὺν, ἀνασπᾷ δὲ καὶ χρυσίον πολλάκις καὶ μαργαρίτας· οὕτω δὴ καὶ οὗτος, σαγηνεύων ἀνθρώπους, ἡλίευσέ ποτε καὶ ἀγγέλους, καὶ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι μὴ εἰδώς. Ὅπερ οὖν καὶ Παῦλος ἐκπληττόμενος παραινεῖ καὶ λέγει· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ γὰρ ταύτης ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Καὶ καλῶς εἶπεν, Ἔλαθον. Εἰ γὰρ εἰδὼς αὐτοὺς ὑπεδέξατο μετὰ τοσαύτης εὐνοίας, οὐδὲν μέγα καὶ θαυμαστὸν ἐποίησεν· ὁ δὲ πᾶς ἔπαινος, ὅτι ἀγνοῶν τίνες οἱ παριόντες ἦσαν, καὶ ἀνθρώπους αὐτοὺς εἶναι νομίζων ἁπλῶς ὁδίτας, μετὰ τοσαύτης αὐτοὺς ἔνδον ἐκάλεσε τῆς προθυμίας. Καὶ σὺ τοίνυν, ἂν μέν τινα περιφανῆ καὶ λαμπρὸν ὑποδεξάμενος, πολλὴν ἐπιδείξῃ τὴν προθυμίαν, θαυμαστὸν οὐδὲν εἰργάσω· ἡ γὰρ ἀρετὴ τοῦ ξενισθέντος καὶ τὸν μισόξενον καταναγκάζει πολλάκις πᾶσαν εὔνοιαν ἐπιδείξασθαι· τὸ δὲ μέγιστον καὶ θαυμαστὸν, ὅταν καὶ τοὺς τυχόντας, καὶ τοὺς ἀπεῤῥιμμένους, καὶ τοὺς εὐτελεῖς μετὰ πολλῆς δεχώμεθα τῆς εὐνοίας. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς ποιοῦντας οὕτως ὑποδεχόμενος ἔλεγεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ πάλιν· Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Καὶ πάλιν· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ ἐν τῇ θαλάσσῃ. Καὶ πανταχοῦ πολὺς τῷ Χριστῷ τῶν μικρῶν καὶ ἐλαχίστων ὁ λόγος. Ὅπερ οὖν καὶ ὁ Ἀβραὰμ εἰδὼς, οὐκ ἐξήταζε τοὺς παριόντας τίνες εἶεν, καὶ πόθεν, καθάπερ ἡμεῖς νῦν· ἀλλ' ἁπλῶς τοὺς παριόντας ὑπεδέχετο πάντας. Τὸν γὰρ φιλοφροσύνην ἐπιδεικνύμενον οὐκ εὐθύνας ἀπαιτεῖν δεῖ βίου, ἀλλὰ μόνον τὴν πενίαν διορθοῦν, καὶ τὴν χρείαν πληροῦν. Μίαν ἔχει συνηγορίαν ὁ πένης, τὴν ἔνδειαν καὶ τὸ καθεστάναι ἐν χρείᾳ· μηδὲν αὐτὸν λοιπὸν ἀπαίτει πλέον, ἀλλὰ κἂν ἁπάντων ᾖ πονηρότατος καὶ τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, λύωμεν αὐτοῦ τὸν λιμόν. Οὕτω καὶ ὁ Χριστὸς ἐκέλευσε ποιεῖν, λέγων· Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Λιμήν ἐστι τῶν ἐν ἀνάγκῃ ὁ ἐλεήμων· ὁ δὲ λιμὴν τοὺς ναυαγίῳ περιπεσόντας ἅπαντας ὑποδέχεται, καὶ λύει τῶν κινδύνων· κἂν πονηροὶ, κἂν χρηστοὶ, κἂν ὁτιοῦν ὦσιν οἱ κινδυνεύοντες, εἴσω τῶν οἰκείων αὐτοὺς παραπέμπει κόλπων. Καὶ σὺ τοίνυν, ὁρῶν ἐπὶ τῆς γῆς τῷ τῆς πενίας ναυαγίῳ περιπεσόντα τὸν ἄνθρωπον, μὴ δίκαζε, μηδὲ εὐθύνας ἀπαίτει, ἀλλὰ λῦσον τὴν συμφοράν. Τί σαυτῷ παρέχεις πράγματα; Ἀπήλλαξέ σε περιεργείας ἁπάσης καὶ πολυπραγμοσύνης ὁ Θεός. Πόσα ἔμελλον πολλοὶ λέγειν καὶ δυσχεραίνειν, εἰ προσέταξεν ὁ Θεὸς τὸν βίον μετὰ ἀκριβείας ἐξετάζειν, τὴν ἀναστροφὴν, τὰ πεπραγμένα ἑκάστῳ περιεργάζεσθαι πρότερον, καὶ τότε ἐλεεῖν; Νυνὶ δὲ πάσης τοιαύτης ἀπηλλάγμεθα δυσκολίας. Τί οὖν περιττὰς ἐπισπώμεθα φροντίδας; Ἕτερόν ἐστι δικαστὴς, ἕτερον ἐλεήμων. Ἐλεημοσύνη διὰ τοῦτο λέγεται, ὅτι καὶ 48.990 τοῖς ἀναξίοις διδόαμεν. Τοῦτο καὶ Παῦλος παραινεῖ ποιεῖν, λέγων, Ὑμεῖς δὲ τὸ καλὸν