1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

26

κολάσαι, οὐκ ἂν ταῦτα προεῖπεν· ἐπειδὴ δὲ οὐ βούλεται ἐμβαλεῖν εἰς τιμωρίαν, διὰ τοῦτο προλέγει τὴν τιμωρίαν, ἵνα τῇ προῤῥήσει σωφρονισθέντες τὴν διὰ τῶν πραγμάτων ἐκφύγωμεν πεῖραν. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου, ἀλλ', Ἀπέλαβες; Μέμνησθε γὰρ εὖ οἶδ' ὅτι ἐντεῦθεν ἔφην πέλαγος ἀχανὲς καὶ μέγα νοημάτων ἡμῖν ἀνοίγεσθαι· τὸ γὰρ, Ἀπέλαβες, ὀφειλήν τινα ἐνδεικνυμένου καὶ δηλοῦντός ἐστιν· ἀπολαμβάνει γάρ τις τὰ ὀφειλόμενα. Εἰ τοίνυν μιαρὸς, καὶ παμμίαρος, καὶ ὠμὸς καὶ ἀπάνθρωπος οὗτος ὁ πλούσιος ἦν, τίνος ἕνεκεν οὐκ εἶπεν αὐτῷ, Ἔλαβες τὰ ἀγαθά σου, ἀλλ', Ἀπέλαβες, ὡς χρεωστούμενα καὶ ὀφειλόμενα; Τί οὖν ἐντεῦθεν μανθάνομεν; Ὅτι κἂν μιαροί τινες ὦσι καὶ εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα νῦν λέγω, δῆλον ἐκεῖθεν. Τί γὰρ τοῦ κριτοῦ τῆς ἀδικίας ἐκείνου μιαρώτερον γέγονε; τί δὲ ἀπανθρωπότερον; τί δὲ ἀσεβέστερον; Οὗτος οὔτε τὸν Θεὸν ἐφοβεῖτο, οὔτε 48.997 ἀνθρώπους ᾐσχύνετο· ἀλλ' ὅμως τοσαύτῃ πονηρίᾳ συζῶν, εἰργάσατό τι καλὸν, τὴν συνεχῶς ἐνοχλοῦσαν αὐτῷ ἐλεήσας χήραν, καὶ ἐπινεύσας τῇ χάριτι, καὶ δοὺς τὴν αἴτησιν, καὶ ἐπεξελθὼν τοῖς ἀδικοῦσιν αὐτήν. Οὕτω συμβαίνει τινὰ ἀκόλαστον μὲν εἶναι, ἐλεήμονα δὲ πολλάκις· ἢ ἀπάνθρωπον μὲν, σώφρονα δέ· εἰ δὲ καὶ ἀκόλαστος καὶ ὠμὸς εἴη, ἀλλ' ὅμως ἕν τι κατὰ τὸν βίον πολλάκις ἔπραξεν ἀγαθόν. Τὸ αὐτὸ δὴ πάλιν καὶ ἐπὶ τῶν χρηστῶν ὑποπτεύειν χρή. Καθάπερ γὰρ οἱ φαυλότατοι ἐργάζονταί τι πολλάκις χρηστὸν, οὕτω καὶ οἱ σπουδαῖοι καὶ ἐνάρετοι διαμαρτάνουσί τι πολλάκις. Τίς γὰρ καυχήσεται, φησὶν, ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Ἐπεὶ οὖν εἰκὸς ἦν καὶ τὸν πλούσιον, εἰ καὶ πρὸς ἔσχατον ἐληλάκει πονηρίας, ἐργάσασθαί τι ἀγαθὸν, καὶ τὸν Λάζαρον, εἰ καὶ πρὸς ἄκρον ἀφίκετο ἀρετῆς, ἡμαρτηκέναι τι μικρὸν, ὅρα πῶς ἀμφότερα ταῦτα ᾐνίξατο ὁ πατριάρχης, εἰπὼν, ὅτι Καὶ σὺ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ ὁ Λάζαρος ὁμοίως τὰ κακά. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Εἴ τι καὶ σὺ ἀγαθὸν εἰργάσω, καὶ ὠφείλετό σοι τούτου ὁ μισθὸς, πάντα ταῦτα ἐν ἐκείνῳ τῷ κόσμῳ ἀπέλαβες, τρυφῶν, πλουτῶν, εὐημερίας ἀπολαύων καὶ εὐπραγίας πολλῆς· καὶ οὗτος εἴ τι κακὸν εἰργάσατο, πάντα ἀπέλαβεν ἐν πενίᾳ καὶ λιμῷ καὶ τοῖς ἐσχάτοις ταλαιπωρούμενος κακοῖς· καὶ γυμνὸς ἑκάτερος ὑμῶν ἐνταῦθα ἀφῖκται, ἐκεῖνος μὲν ἁμαρτημάτων, σὺ δὲ δικαιοσύνης κατορθωμάτων. ∆ιὰ τοῦτο καὶ οὗτος καθαρὰν ἔχει τὴν παράκλησιν, καὶ σὺ ἀπαραμύθητον ὑπομένεις τὴν τιμωρίαν. Ὅταν γὰρ μικρὰ καὶ εὐτελῆ τὰ κατορθώματα ἡμῶν ᾖ, καὶ πολὺς καὶ ἄφατος ὁ τῶν ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν πάθωμεν δεινὸν, καὶ αὐτῆς τῶν ἀγαθῶν τῆς ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντως ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τὴν τῶν ἀγαθῶν ἔργων ἀπολαμβάνομεν ἀντίδοσιν. Ὅταν οὖν ἴδῃς τινὰ ζῶντα μὲν ἐν πονηρίᾳ, μηδὲν δὲ ἐνταῦθα πάσχοντα δεινὸν, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον καὶ θρήνησον, ὡς πάντα ἐκεῖ τὰ δεινὰ ὑποστησόμενον· καθάπερ οὖν καὶ ὁ πλούσιος οὗτος. Πάλιν ὅταν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμοὺς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ πάντων ἐνταῦθα διαλυομένων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων ἐκεῖ τῶν μισθῶν· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Λαζάρου τούτου γέγονε. εʹ. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον, οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν πάσχουσι δεινὸν, πᾶσαν δὲ ἐκεῖ τὴν τιμωρίαν ἀπολαμβάνουσιν, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε τούτων; Πρώτους μὲν εὖ οἶδ' ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα. ∆ευτέρους δὲ μετ' ἐκείνους τίνας; Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ' ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν· ἐγὼ δὲ