1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

29

ἀτάκτως (Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεῖα λέγωμεν. Οὐ μικρὸς δὲ πόνος οὗτος, ἀκριβῆ τὴν τούτων παρατήρησιν ἐπιδείκνυσθαι. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ τὸ φιλοσοφεῖν, καὶ ὡς οὐκ ἔχει τὸ πρᾶγμα ἄνεσιν, ἄκουσον τί φησιν ὁ Παῦλος· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· τοῦτο γὰρ εἰπὼν, ᾐνίξατο τὴν βίαν καὶ τὸν πολὺν πόνον, ὃν ὑπομένειν ἀνάγκη τοὺς βουλομένους ἐν ἅπασιν εὐήνιον κατασκευάζειν τὸ σῶμα. Καὶ ὁ Χριστὸς δὲ τοῖς μαθηταῖς ἔλεγεν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Αὕτη, φησὶν, ἡ θλῖψις ἄνεσιν ὑμῖν προξενεῖ· σκάμμα ἐστὶν ὁ παρὼν βίος· ἐν δὲ τῷ σκάμματι καὶ ἐν τοῖς ἀγῶσιν οὐκ ἂν δύναιτ' ἀπολαύειν ἀνέσεως ὁ στεφανοῦσθαι μέλλων. Ὥστε εἴ τις βούλοιτο στεφανωθῆναι, τὸν σκληρὸν καὶ ἐπίπονον αἱρείσθω βίον, ἵνα βραχὺν ἐνταῦθα πονήσας χρόνον, διηνεκοῦς ἀπολαύσῃ τιμῆς ἐκεῖ. ζʹ. Πόσαι προσπίπτουσι καθ' ἑκάστην ἡμέραν ἀθυμίαι; ἡλίκης δέ ἐστι ψυχῆς μὴ ἀποδυσπετῆσαι, 48.1001 μηδὲ δυσχερᾶναι, ἀλλὰ εὐχαριστῆσαι, δοξάσαι, προσκυνῆσαι τὸν συγχωροῦντα τοὺς πειρασμοὺς τούτους ἐπενεχθῆναι; πόσα ἀδόκητα, πόσαι στενοχωρίαι; Καὶ δεῖ θλίβειν τοὺς πονηροὺς λογισμοὺς, καὶ μὴ συγχωρεῖν τῇ γλώττῃ φθέγγεσθαί τι τῶν ἀτόπων· καθάπερ καὶ ὁ μακάριος Ἰὼβ μυρία παθὼν ἔμενεν εὐχαριστῶν τῷ Θεῷ. Εἰσὶ δέ τινες οἳ, ἐὰν προσπταίσωσιν ἐν τινὶ, ἢ παρὰ τινὸς λοιδορηθῶσιν, ἢ ἀῤῥωστίᾳ περιπέσωσιν, ἢ ποδαλγίᾳ, ἢ κεφαλαλγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτων νοσήματι, βλασφημοῦσιν εὐθέως· καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος, τοῦ κέρδους δὲ ἀποστεροῦνται. Τί ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ Σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημῶν; ἢ οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; μὴ γὰρ, ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πάθος ποιεῖς; ἐπιτείνεις μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν ἐργάζῃ τὴν ὀδύνην. ∆ιὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάραθρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζονα ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· ἂν δὲ ἴδῃ σε γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, ἀφίσταται εὐθέως, ὡς εἰκῆ καὶ μάτην προσεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τραπέζῃ παρεστὼς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρωπον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι κειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν μὲν ῥίψῃς αὐτῷ, καθάπερ κυνὶ, ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἂν δὲ μείνῃς εὐχαριστῶν, ἀπέπνιξας αὐτὸν τῷ λιμῷ, καὶ ταχέως ἀπήγαγες, καὶ ἀποπηδῆσαι ἐποίησας. Ἀλλ' οὐ δύνασαι σιγᾷν ὑπὸ τῆς ὀδύνης κεντούμενος. Οὐδὲ ἐγὼ κωλύω σε φθέγγεσθαι, ἀλλ' ἀντὶ τῆς βλασφημίας εὐχαριστίαν, ἀντὶ τῆς ἀποδυσπετήσεως εὐφημίαν. Ἐξομολόγησαι τῷ ∆εσπότῃ, βόα μεγάλα εὐχόμενος, βόα μεγάλα δοξάζων τὸν Θεόν· οὕτω σοι καὶ τὸ πάθος ἐπικουφίζεται, τοῦ διαβόλου μὲν ἀφισταμένου διὰ τῆς εὐχαριστίας, τῆς τοῦ Θεοῦ δὲ βοηθείας παραγινομένης. Ἂν μὲν γὰρ βλασφημήσῃς, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σαυτοῦ τὸν διάβολον, καὶ μᾶλλον σαυτὸν ἐνέπληξας ταῖς ἀλγηδόσιν· ἂν δὲ εὐχαριστήσῃς, τάς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ δαίμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν ἐπεσπάσω πρὸς σεαυτόν. Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα. Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς. Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας ταύτης τυχεῖν· βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς.