1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

31

σωτηρίαν. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο τοῦτο ποιεῖ, πρόσεχε. Ἔμιξέ ποτε τὸ αἷμα τῶν Γαλιλαίων ὁ Πιλᾶτος μετὰ τῶν θυσιῶν, καὶ προσελθόντες τινὲς ἀπήγγειλαν τῷ Χριστῷ αὐτὸ τοῦτο· καὶ λέγει· Τί δοκεῖτε ὅτι ἐκεῖνοι οἱ Γαλιλαῖοι ἁμαρτωλοὶ μόνοι ἦσαν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ', ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὁμοίως ἀπολεῖσθε. Πάλιν ἕτεροι δέκα καὶ ὀκτὼ κατεχώσθησαν ὑπὸ πύργου τινός· καὶ περὶ ἐκείνων τὰ αὐτὰ εἶπε· τῷ μὲν γὰρ εἰπεῖν, Τί δοκεῖτε ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; οὐχὶ, λέγω ὑμῖν· ἔδειξεν ὅτι καὶ οἱ ζῶντες τῶν αὐτῶν ἦσαν ὑπεύθυνοι· τῷ δὲ εἰπεῖν, ὅτι Ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὡσαύτως ἀπολεῖσθε, ἔδειξεν ὅτι κἀκείνοις συνεχώρησε διὰ τοῦτο παθεῖν, ἵνα οἱ ζῶντες ἐκ τῶν ἑτέροις συμβάντων φοβηθέντες καὶ μετανοήσαντες, βασιλείας κληρονόμοι γένωνται. Τί οὖν. ἵνα γένωμαι ἐγὼ βελτίων ἐκεῖνος κολάζεται; φησίν; Οὐ διὰ τοῦτο, ἀλλὰ κολάζεται μὲν διὰ τὴν οἰκείαν ἁμαρτίαν· γίνεται δὲ ἐκ περιουσίας τοῖς προσέχουσι σωτηρίας ὑπόθεσις, τῷ φόβῳ τῶν αὐτῷ συμβάντων σπουδαιοτέρους αὐτοὺς ποιῶν. Οὕτω καὶ δεσπόται ποιοῦσιν· ἕνα πολλάκις μαστιγώσαντες οἰκέτην, τοὺς λοιποὺς σωφρονεστέρους ἐποίησαν τῷ φόβῳ. Ὅταν οὖν ἴδῃς τινὰς ἢ ναυαγίῳ περιπεσόντας, ἢ ὑπὸ οἰκίας καταχωσθέντας, ἢ ὑπὸ ἐμπρησμοῦ παραπολλυμένους, ἢ ὑπὸ ποταμῶν παρασυρέντας, ἢ ἄλλῳ τινὶ τρόπῳ τοιούτῳ βιαίῳ τὴν ζωὴν καταλύσαντας, εἶτα ἑτέρους τὰ αὐτὰ αὐτοῖς ἢ καὶ τὰ χείρονα ἁμαρτάνοντας, καὶ μηδὲν παθόντας τοιοῦτον, μὴ θορυβηθῇς λέγων· Τί δήποτε τὰ αὐτὰ ἁμαρτάνοντες, οὐ τὰ αὐτὰ πεπόνθασιν; ἀλλὰ τοῦτο λογίζου, ὅτι τὸν μὲν εἴασεν ἀναιρεθῆναι καὶ ἀποπνιγῆναι, ἡμερωτέραν αὐτῷ παρασκευάζων τὴν ἐκεῖ τιμωρίαν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· τοῦτον δὲ οὐδὲν ἀφῆκε τοιοῦτον παθεῖν, ἵνα τῇ τούτου τιμωρίᾳ σωφρονισθεὶς, ἐπιεικέστερος γένηται· ἂν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, ἀπαραμύθητον ἑαυτῷ παρὰ τοῖς ἑαυτοῦ ῥᾳθυμίας σωρεύσει τὴν τιμωρίαν· καὶ ὁ Θεὸς οὐκ αἴτιος τῆς ἀφορήτου κολάσεως. Πάλιν ἂν ἴδῃς δίκαιον θλιβόμενον, ἢ τὰ προειρημένα ἅπαντα πάσχοντα, μὴ καταπέσῃς· καὶ γὰρ κἀκείνῳ λαμπροτέρους τοὺς στεφάνους ἐργάζε48.1004 ται τὰ δεινά. Καὶ ἁπλῶς πᾶσα κόλασις, ἂν μὲν ἐπὶ ἁμαρτωλῶν γίνηται, ὑποτέμνεται τὸ τῆς ἁμαρτίας φορτίον· ἂν δὲ ἐπὶ δικαίων, φαιδροτέραν αὐτῶν ἐργάζεται τὴν ψυχὴν, καὶ μέγιστον ἑκατέροις τὸ κέρδος ἀπὸ τῆς θλίψεως συμβαίνει, μόνον ἐὰν εὐχαρίστως φέρωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον. θʹ. ∆ιὰ τοῦτο μυρίων τοιούτων παραδειγμάτων τῆς θείας Γραφῆς ἡ ἱστορία ἐμπέπλησται, καὶ δικαίους καὶ πονηροὺς κακῶς πάσχοντας ἡμῖν ὑποδείκνυσιν, ἵνα ἄν τε δίκαιος ᾖ τις, ἄν τε ἁμαρτωλὸς, ἔχων τὰ ὑποδείγματα, φέρῃ γενναίως. Οὐ πάσχοντας δὲ κακῶς μόνον, ἀλλὰ καὶ εὐπραγοῦντάς σοι δείκνυσι πονηροὺς, ἵνα μὴ ταῖς ἐκείνων εὐπραγίαις θορυβηθῇς, μαθὼν ἀπὸ τῶν τῷ πλουσίῳ τούτῳ συμβεβηκότων, οἷον αὐτοὺς μετὰ ταῦτα μένει τὸ πῦρ, εἰ μὴ μεταβληθεῖεν. Καὶ οὐκ ἔστι, φησὶ, καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀνέσεως ἀπολαύειν; Οὐκ ἔστι. ∆ιὰ τοῦτο ἐνταῦθα οἱ δίκαιοι τὸν ἐπίπονον ἐβίωσαν βίον. Τί οὖν, φησὶν, ὁ Ἀβραάμ; Καὶ τίς τοσαῦτα ἔπαθε δεινά; οὐχὶ τῆς πατρίδος ἐξέπεσεν; οὐχὶ τῶν οἰκείων ἐχωρίσθη πάντων; οὐκ ἐν ἀλλοτρίᾳ γῇ λιμὸν ὑπέμεινεν; οὐχὶ, καθάπερ ἀλήτης, συνεχῶς μετανίστατο, ἀπὸ Βαβυλῶνος εἰς Μεσοποταμίαν, κἀκεῖθεν εἰς Παλαιστίνην, εἶτα ἐντεῦθεν εἰς Αἴγυπτον; Τί ἄν τις εἴποι τοὺς τῆς γυναικὸς, τοὺς τῶν βαρβάρων πολέμους καὶ σφαγάς; τὴν αἰχμαλωσίαν τῆς τοῦ συγγενοῦς οἰκίας; μυρία ἕτερα τοιαῦτα; Ὅτε δὲ καὶ τὸν υἱὸν ἔλαβεν, οὐ τὰ πάντων ἀνήκεστα ὑπέμεινε, τὸν αὐτῷ ποθεινὸν καὶ ἐπέραστον ταῖς αὑτοῦ σφάξαι χερσὶ κελευόμενος; Τί δὲ αὐτὸς ὁ σφαγιασθεὶς Ἰσαάκ; οὐχὶ πάντοθεν ἠλαύνετο παρὰ τῶν ὁμόρων συνεχῶς, καὶ τὴν γυναῖκα ἀφῃρέθη, καθάπερ καὶ ὁ πατὴρ, καὶ ἐν ἀπαιδίᾳ τοσοῦτον διέμεινε χρόνον; Τί δὲ ὁ Ἰακὼβ, ὁ ἐν οἰκίᾳ τραφεὶς, οὐχὶ τοῦ πάππου χαλεπώτερα ὑπέμεινε; Καὶ ἵνα μὴ πάντα καταλέγοντες μακρὸν ποιῶμεν τὸν λόγον, ἄκουσον τί φησι περὶ τῆς ἁπάσης αὐτοῦ ζωῆς· Μικραὶ καὶ