1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

35

πονηρευόμενοι μὴ δῶσιν ἐνταῦθα δίκην, ὡς χαλεπωτάτης ἀπαντησομένης αὐτοῖς ἐκεῖ τῆς τιμωρίας· τούτους δὲ παρακαλοῦσα, μὴ ταῖς ἑτέρων εὐπραγίαις θορυβεῖσθαι, μηδὲ νομίζειν ἀπρονόητα εἶναι τὰ καθ' ἡμᾶς, ὅταν δίκαιος μὲν ἐνταῦθα πάσχῃ κακῶς, πονηρὸς δὲ καὶ μιαρὸς ἄνθρωπος εὐημερίας ἀπολαύῃ διηνεκοῦς. Ἀμφότεροι γὰρ τὸ κατ' ἀξίαν ἀπολήψονται ἐκεῖ, ὁ μὲν τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, ὁ δὲ τὰς κολάσεις καὶ τὰς τιμωρίας τῆς πονηρίας. Ταύτην τὴν παραβολὴν ἐγγράψατε καὶ πλούσιοι καὶ πένητες· πλούσιοι ἐν τοῖς τοίχοις τῆς ὑμετέρας οἰκίας, πένητες δὲ ἐν τοῖς τοίχοις τῆς διανοίας· κἂν ἐξαλειφθῇ ποτε λήθης ἐγγινομένης, ἐπιχρίσατε πάλιν διὰ τῆς μνήμης ἄνωθεν. Μᾶλλον δὲ καὶ οἱ πλούσιοι πρὸ τῆς οἰκίας ἐν τῇ διανοίᾳ διαγράψατε, καὶ συνεχῶς περιφέρετε, καὶ ἔσται διδασκαλεῖον ὑμῖν καὶ ὑπόθεσις φιλοσοφίας ἁπάσης. Ἐὰν γὰρ ταύτην διηνεκῶς ἐγγεγραμμένην ἔχωμεν ἐν τῇ διανοίᾳ, οὔτε τὰ περιχαρῆ τοῦ παρόντος βίου ἡμᾶς φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι καὶ καθελεῖν· ἀλλὰ ὡς πρὸς τὰς ζωγραφίας τὰς ἐν τοῖς τοίχοις, οὕτω πρὸς ἑκάτερα ταῦτα διακεισόμεθα. Καθάπερ γὰρ ἐν τοῖς τοίχοις γεγραμμένον ὁρῶντες πλούσιον καὶ πένητα, οὔτε ἐκείνῳ φθονοῦμεν, οὔτε τοῦ πένητος ὑπερορῶμεν διὰ τὸ σκιὰν ἀλλὰ μὴ πραγμάτων ἀλήθειαν εἶναι τὰ 48.1009 ὁρώμενα· οὕτω καὶ πλούτου καὶ πενίας, καὶ δόξης καὶ ἀτιμίας, καὶ τῶν ἄλλων ἁπάντων τῶν τε σκυθρωπῶν καὶ φαιδρῶν τὴν φύσιν ἂν καταμάθωμεν, τῆς ἐξ ἑκάστου τούτων ἐγγινομένης ἡμῖν ἀνωμαλίας ἀπαλλαγησόμεθα. Σκιᾶς γάρ ἐστιν ἀπατηλότερα ἅπαντα ταῦτα, καὶ τὸν ὑψηλὸν καὶ γενναῖον οὐδὲν οὔτε τῶν λαμπρῶν καὶ ἐπιδόξων ἐπᾶραι, οὔτε τῶν ταπεινῶν καὶ ἀπεῤῥιμμένων συστεῖλαι δυνήσεται. Ἀλλὰ γὰρ ὥρα λοιπὸν ἡμῖν καὶ τῶν ῥημάτων ἀκοῦσαι τῶν τοῦ πλουσίου. Ἐρωτῶ σε, φησὶ, πάτερ, τουτέστι, παρακαλῶ, δέομαι, ἱκετεύω, ἵνα πέμψῃς εἰς τὸν οἶκον τοῦ πατρός μου Λάζαρον· εἰσὶ γάρ μοι πέντε ἀδελφοί· ἵνα διαμαρτύρηται αὐτοῖς, ὅπως μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Ἐπειδὴ τῶν καθ' ἑαυτὸν ἀπέτυχεν, ὑπὲρ ἑτέρων ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως. Ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόντων φροντίζει· ὁ τὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον παρατρέχων, τῶν οὐχ ὁρωμένων μέμνηται, καὶ μετὰ πολλῆς ἀξιοῖ τῆς τιμῆς καὶ τῆς σπουδῆς, ὥστε γενέσθαι τινὰ αὐτῶν πρόνοιαν πρὸς ἀπαλλαγὴν τῶν καταληψομένων αὐτοὺς κακῶν. Καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ἔνθα τὰ σκάμματα ἦν αὐτῷ, καὶ τὸ στάδιον ἀνεῴγει τῆς ἀρετῆς. Ἐκεῖνοι βλεπέτωσαν αὐτὸν στεφανούμενον, φησὶν, οἱ θεασάμενοι ἀγωνισάμενον· οἱ μάρτυρες αὐτοῦ τῆς πενίας καὶ τοῦ λιμοῦ καὶ τῶν μυρίων κακῶν, γενέσθωσαν μάρτυρες τῆς τιμῆς, τῆς μεταβολῆς, τῆς δόξης ἁπάσης, ἵνα ἑκατέρωθεν παιδευθέντες καὶ μαθόντες, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, οὕτω παρασκευάσωνται, ὡς δυνηθῆναι ταύτην τὴν κόλασιν διαφυγεῖν καὶ τὴν τιμωρίαν. Τί οὖν ὁ Ἀβραάμ; Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, φησὶν, ἀκουσάτωσαν αὐτῶν. Οὐχ οὕτω, φησὶ, σὺ κήδῃ τῶν ἀδελφῶν σου, ὡς ὁ ποιήσας αὐτοὺς Θεός. Μυρίους αὐτοῖς ἐπέστησε διδασκάλους παραινοῦντας, συμβουλεύοντας, νουθετοῦντας. Τί οὖν αὐτὸς πάλιν; Οὐχὶ, φησὶ, πάτερ Ἀβραὰμ, ἀλλὰ ἐάν τις ἀπὸ νεκρῶν ἀπέλθῃ, αὐτῷ πιστεύσουσι. Ταῦτα δὴ τὰ τῶν πολλῶν ῥήματα. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, Τίς ἦλθεν ἐκεῖθεν; τίς ἐκ τῶν νεκρῶν ἀνέστη; τίς εἶπε τὰ ἐν ᾅδου; Πόσα τοιαῦτα καὶ τηλικαῦτα πρὸς ἑαυτὸν εἶπεν ὁ πλούσιος ἐκεῖνος, ἡνίκα ἐτρύφα; Οὐδὲ γὰρ ἁπλῶς παρεκάλεσεν ἀναστῆναί τινα ἐκ τῶν νεκρῶν· ἀλλ' ἐπειδὴ τῶν Γραφῶν ἀκούων κατεφρόνει, κατεγέλα, μύθους εἶναι ἐνόμιζε τὰ λεγόμενα· ἀφ' ὧν οὖν αὐτὸς ἔπασχε, καὶ περὶ τῶν ἀδελφῶν ἐνόμιζε. Κἀκεῖνοι, φησὶν, οὕτως ὑποπτεύουσιν· ἐὰν δέ τις ἀπὸ νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ, οὐ καταγελάσονται, ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσι. Τί οὖν ὁ Ἀβραάμ; Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ,