1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

36

ἀκούσονται. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅτι ὁ τῶν Γραφῶν οὐκ ἀκούων οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι, οἳ ἐπειδὴ Μωϋσέως οὐκ ἤκουσαν καὶ τῶν προφητῶν, οὐδὲ νεκροὺς ἀναστάντας ἰδόντες ἐπίστευσαν· ἀλλὰ νῦν μὲν ἀναιρεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς ἀποστόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων νεκρῶν ἐν τῷ καιρῷ τοῦ σταυροῦ. 48.1010 γʹ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι ἀξιοπιστοτέρα ἡ τῶν προφητῶν διδασκαλία τῆς τῶν ἀνισταμένων ἀπαγγελίας, ἐκεῖνο σκόπησον, ὅτι νεκρὸς μὲν ἅπας δοῦλός ἐστιν· ἃ δὲ αἱ Γραφαὶ φθέγγονται, ταῦτα ὁ ∆εσπότης ἐφθέγξατο· ὥστε κἂν νεκρὸς ἀναστῇ, κἂν ἄγγελος ἐξ οὐρανοῦ καταβῇ, πάντων ἔστωσαν αἱ Γραφαὶ ἀξιοπιστότεραι. Ὁ γὰρ τῶν ἀγγέλων ∆εσπότης, καὶ τῶν νεκρῶν καὶ τῶν ζώντων Κύριος, αὐτὸς ἐκείνας ἐνομοθέτησε. Καὶ ὅτι περιττὰ ζητοῦσιν οἱ ζητοῦντες νεκροὺς ἐκεῖθεν ἐλθεῖν, πρὸς τοῖς εἰρημένοις καὶ ἀπὸ τῶν παρόντων ἔστι δεῖξαι δικαστηρίων τοῦτο. Ἡ γέεννα οὐ φαίνεται τοῖς ἀπίστοις· τοῖς γὰρ πιστοῖς ἐστι δήλη καὶ φανερὰ, ἀλλ' ὅμως τοῖς ἀπίστοις οὐ φαίνεται· τὰ μέντοι δικαστήρια φαίνεται, καὶ καθ' ἑκάστην ἡμέραν ἀκούομεν, ὅτι ὁ δεῖνα ἐκολάσθη, τοῦ δεῖνος ἡ οὐσία ἐδημεύθη, ἕτερος τὰ μέταλλα ἐργάζεται, ἄλλος κατεκάη πυρὶ, ἄλλος ἑτέρῳ τρόπῳ κολάσεως καὶ τιμωρίας ἀπώλετο. Ἀλλ' ὅμως ταῦτα ἀκούοντες οἱ πονηροὶ καὶ κακοῦργοι καὶ γόητες οὐ σωφρονίζονται. Καὶ τί λέγω, εἰ οἱ μηδέποτε τούτοις περιπεσόντες οὐ σωφρονίζονται; πολλάκις πολλοὶ τούτων ἁλόντες καὶ διαφυγόντες τὴν κόλασιν, καὶ τὸ δεσμωτήριον διορύξαντες καὶ ἀποπηδήσαντες, πάλιν τοῖς αὐτοῖς ἐπέθεντο, καὶ πολλῷ χαλεπώτερα τούτων εἰργάσαντο. Μὴ τοίνυν ζητῶμεν παρὰ νεκρῶν ἀκούειν ταῦτα, ἃ πολλῷ σαφέστερον αἱ Γραφαὶ καθ' ἑκάστην ἡμᾶς παιδεύουσι τὴν ἡμέραν. Εἰ γὰρ ᾔδει τοῦτο ὁ Θεὸς, ὅτι νεκροὶ ἀνιστάμενοι τοὺς ζῶντας ὠφέλησαν ἂν, οὐκ ἂν παρέλιπεν, οὐδ' ἂν παρῆκε τοσοῦτον κέρδος ὁ πάντα ἡμῖν πρὸς τὸ συμφέρον πραγματευόμενος. Χωρὶς δὲ τούτων, εἰ συνεχῶς ἔμελλον ἀνίστασθαι νεκροὶ, καὶ τὰ ἐκεῖ πάντα ἀπαγγέλλειν ἡμῖν, καὶ τοῦτο ἂν τῷ χρόνῳ κατεφρονήθη πάλιν· πρὸς δὲ τούτοις καὶ πονηρὰ ἂν εἰσήγαγε δόγματα ὁ διάβολος μετὰ πολλῆς τῆς εὐκολίας. Εἴδωλα γὰρ ἠδύνατο δεικνύναι πολλάκις, ἢ καὶ παρασκευάζων τινὰς ὑποκρίνασθαι θάνατον καὶ κατορύττεσθαι, δεικνύναι πάλιν ὡς ἐκ νεκρῶν ἀναστάντας, καὶ δι' ἐκείνων ὅσα ἐβούλετο πιστεύεσθαι ταῖς τῶν ἀπατωμένων διανοίαις. Εἰ γὰρ νῦν, οὐδενὸς ὄντος τοιούτου, ὄνειροι πολλάκις φανέντες ἐν τύποις τῶν ἀπελθόντων, πολλοὺς ἠπάτησαν καὶ διέφθειραν· πολλῷ μᾶλλον, εἰ τοῦτο γεγενημένον ἦν καὶ κεκρατηκὸς ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, οἷον ὅτι πολλοὶ τῶν ἀπελθόντων ἐπανῆλθον πάλιν, μυρίοις ἂν ὁ μιαρὸς δαίμων ἐκεῖνος δόλους ἔπλεξε, καὶ πολλὴν ἀπάτην εἰς τὸν βίον εἰσήγαγε. ∆ιὰ τοῦτο ἀπέκλεισε τὰς θύρας ὁ Θεὸς, καὶ οὐκ ἀφίησί τινα τῶν ἀπελθόντων ἐπανελθόντα εἰπεῖν τὰ ἐκεῖ, ἵνα μὴ λαβὼν ἀφορμὴν ἐντεῦθεν ἐκεῖνος, τὰ παρ' ἑαυτοῦ πάντα εἰσαγάγῃ. Καὶ γὰρ ὅτε προφῆται ἦσαν, ψευδοπροφήτας ἤγειρε· καὶ ὅτε ἀπόστολοι, ψευδαποστόλους· καὶ ὅτε Χριστὸς ἐφάνη, ψευδοχρίστους· καὶ ὅτε δόγματα εἰσηνέχθη ὑγιῆ, διεφθαρμένα εἰσήγαγε, τὰ ζιζάνια πανταχοῦ διασπείρων. Ὥστε εἰ καὶ τοῦτο συνέβη, καὶ τοῦτο ἐπεχείρησεν ἂν ὑποκρίνεσθαι διὰ τῶν οἰκείων ὀργάνων, οὐχὶ νεκροὺς ἀληθῶς ἀνιστὰς, ἀλλὰ μαγγανείαις τισὶ καὶ ἀπάταις τὰς ὄψεις τῶν ὁρώντων ἀπατῶν, ἢ καί τινας παρασκευάζων, ὥσπερ ἔφθην εἰπὼν, ὑποκρίνεσθαι τελευτὴν, τὰ ἄνω κάτω πάντα ἐποίησεν ἂν καὶ συνέχεεν. Ἀλλ' ὁ Θεὸς ἅπαντα ταῦτα προειδὼς, ἀπετείχισεν αὐτῷ τὴν ἐπιβουλὴν 48.1011 ταύτην, καὶ φειδόμενος ἡμῶν, οὐ συνεχώρησεν ἐλ48.1011 θόντι τινί ποτε ἐκεῖθεν περὶ τῶν ἐκεῖ διαλεχθῆναι τοῖς ζῶσιν ἀνθρώποις, παιδεύων ἡμᾶς πάντων ἀξιοπιστοτέρας ἡγεῖσθαι τὰς θείας Γραφάς. Πολὺ γὰρ τῆς τῶν νεκρῶν ἀναστάσεως σαφέστερα ἡμῖν ἔδειξε πράγματα· τὴν οἰκουμένην ἐπέστρεψεν ἅπασαν, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, δι' ἁλιέων καὶ εὐτελῶν ἀνθρώπων ταῦτα πάντα κατώρθωσε, καὶ ἱκανὰς