1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

49

καὶ κωκυτὸς πόλεως ἦν, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν ἔτρεχον. Ἐννοήσατε, εἰ ἔδοξε τῷ Θεῷ πάντα κατενέγκαι, τί ἂν ἐπάθομεν. Ταῦτα δὲ λέγω, ἵνα συνεχῶς ἀκμάζῃ ἐν ὑμῖν ὁ φόβος τῶν γενομένων, καὶ τὴν διάνοιαν πάντων στηρίζῃ. Ἔσεισεν, ἀλλ' οὐ κατέβαλεν· εἰ γὰρ ἐβούλετο καταβαλεῖν, οὐκ ἂν ἔσεισεν· ἀλλὰ ἐπειδὴ οὐκ ἐβούλετο. προέλαβε καθάπερ 48.1028.20 κήρυξ ὁ σεισμὸς, προαναγγέλλων ἅπασι τὴν ὀργὴν τοῦ Θεοῦ, ἵνα τῷ φόβῳ βελτίους γενόμενοι, ἀποκρουσώμεθα τὴν διὰ τῶν πραγμάτων τιμωρίαν. Οὕτω καὶ ἐπὶ τῶν βαρβάρων ἐποίησεν. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται. Καὶ διὰ τί οὐ καταστρέφεις; ἀπειλεῖς κατασκάπτειν, καὶ διὰ τί οὐ κατασκάπτεις; Ἐπειδὴ οὐ βούλομαι κατασκάπτειν, διὰ τοῦτο ἀπειλῶ. Τί οὖν λέγεις; Ἵνα μὴ ποιήσω ἃ λέγω, προλαμβανέτω ὁ λόγος, καὶ κωλυέτω τὸ ἔργον. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται, τότε ὁ προφήτης ἔλεγε, σήμερον οἱ τοῖχοι φωνὴν ἀφιᾶσι. Ταῦτα δὲ λέγω, καὶ λέγων οὐ παύσομαι. καὶ πρὸς πένητας καὶ πρὸς πλουσίους· ἐννοήσατε πόση τοῦ Θεοῦ ἡ ὀργὴ, πῶς αὐτῷ πάντα ῥᾴδια καὶ εὔκολα· καὶ στῶμέν ποτε τῆς πονηρίας. Ἐν βραχείᾳ καιροῦ ῥοπῇ καὶ τὴν διάνοιαν καὶ τὸν νοῦν οὕτω παρέλυσεν ἑκάστου, καὶ τὰ θεμέλια τῆς καρδίας διέσεισεν. Ἐννοήσωμεν, εἰ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, ὅτε οὐ μία καιροῦ ῥοπὴ, ἀλλ' ἄπειροι αἰῶνες, καὶ ποταμοὶ πυρὸς, καὶ ἀπειληφόροι ὀργαὶ, καὶ δυνάμεις ἐπὶ τὴν κρίσιν ἕλκουσαι, καὶ βῆμα φοβερὸν, καὶ δικαστήριον ἀδέκαστον, καὶ ἑκάστου τὰ πεπραγμένα πρὸ τῶν ὀφθαλμῶν ἕστηκε, καὶ οὐδεὶς ὁ βοηθῶν, οὔτε γείτων, οὔτε ῥήτωρ, οὔτε συγγενὴς, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ μήτηρ, οὐ ξένος, οὐκ ἄλλος οὐδεὶς, τί ποιήσομεν τότε; εἰπέ μοι. Ἄγω τὸν φόβον ἵνα κατασκευάσω τὴν σωτηρίαν· σιδήρου τομωτέραν εἰργασάμην τὴν διδασκαλίαν, ἵνα ἕκαστος ὑμῶν σηπεδόνα ἔχων, ἀπόθηται. Οὐκ ἀεὶ ἔλεγον, καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, μέχρι πότε τοῖς παροῦσίν ἐστε προσηλωμένοι; Πρὸς πάντας μὲν λέγω, ἐξαιρέτως δὲ πρὸς τοὺς νοσοῦντας, καὶ μὴ προσέχοντας τοῖς λεγομένοις· μᾶλλον δὲ, ἑκατέρῳ χρήσιμος ὁ λόγος, τῷ μὲν νοσοῦντι, ἵνα ὑγιάνῃ, τῷ δὲ ὑγιαίνοντι, ἵνα μὴ νοσήσῃ. Μέχρι πότε χρήματα; μέχρι πότε πλοῦτος; μέχρι πότε περιφάνειαι οἰκοδομημάτων; μέχρι πότε λύσσα περὶ τὴν ἄψυχον φιληδονίαν; Ἰδοὺ ἦλθεν ὁ σεισμός· τί ὠφέλησεν ὁ πλοῦτος; Ὁ πόνος 48.1029 ἑκατέρων παρελύθη τῷ κεκτημένῳ τὸ κτῆμα συναπώλετο, ἡ οἰκία τῷ κατασκευάσαντι· κοινὸς τάφος ἁπάντων ἡ πόλις ἐγίνετο, τάφος ἐσχεδιασμένος, οὐκ ἐν χερσὶ τεχνιτῶν, ἀλλὰ τῇ συμφορᾷ κατεσκευασμένος. Ποῦ ὁ πλοῦτος; ποῦ αἱ πλεονεξίαι; Ὁρᾶτε ὅτι ἀράχνης πάντα εὐτελέστερα; βʹ. Ἀλλ' ἐρεῖς μοι, καὶ τί ὠφελεῖς λέγων; Ὠφελῶ, ἐάν τίς μου ἀκούῃ· ἐγὼ τὸ ἐμαυτοῦ ποιῶ· ὁ σπείρων σπείρει. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τὴν πέτραν, τὰ δὲ ἐπὶ τὰς ἀκάνθας, τὰ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν· τρία μέρη ἀπώλετο, καὶ ἓν ἐσώθη, καὶ οὐκ ἀπέστη τῆς γεωργίας, ἀλλ' ἐπειδὴ ἓν διεσώζετο, οὐκ ἐπαύσατο τῆς γεηπονίας. Καὶ νῦν δὲ ἀμήχανον ἐν τοσούτῳ πλήθει σπόρον καταβαλλόμενον μὴ ἐνεγκεῖν μοι στάχυν· κἂν μὴ πάντες ἀκούσωσιν, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις, ἡ τρίτη μοῖρα· κἂν μὴ ἡ τρίτη μοῖρα, ἡ δεκάτη· κἂν μὴ ἡ δεκάτη, κἂν εἷς ἐκ τοῦ πλήθους ἀκούσῃ, ἀκουέτω. Οὐ μικρὸν γὰρ τὸ καὶ ἓν πρόβατον διασωθῆναι· ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐννενηκονταεννέα πρόβατα καταλιπὼν, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον ἔδραμεν. Οὐ καταφρονῶ ἀνθρώπου· κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, τὸ περισπούδαστον τοῦ Θεοῦ ζῶον· κἂν δοῦλος ᾖ, οὐκ ἔστι μοι εὐκαταφρόνητος· οὐ γὰρ ἀξίωμα ζητῶ, ἀλλ' ἀρετήν· οὐ δεσποτείαν, οὐ δουλείαν, ἀλλὰ ψυχήν· κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, δι' ὃν οὐρανὸς ἐτανύσθη, καὶ ἥλιος φαίνει, καὶ σελήνη τρέχει, καὶ ἀὴρ ἐξεχέθη, καὶ πηγαὶ βρύουσι, καὶ θάλαττα ἡπλώθη, καὶ προφῆται ἐπέμφθησαν, καὶ νόμος ἐδόθη· καὶ τί δεῖ πάντα λέγειν; δι' ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Ὁ ∆εσπότης μου ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἀνθρώπου· κἀγὼ καταφρονῆσαι ἔχω; καὶ ποίαν ἔχω συγγνώμην; Οὐκ ἀκούετε ὅτι