1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

50

Σαμαρείτιδι διελέγετο ὁ Κύριος, καὶ μυρίους ἠνάλωσε λόγους; καὶ οὐκ ἐπειδὴ Σαμαρεῖτις ἦν, κατεφρονεῖτο, ἀλλ' ἐπειδὴ ψυχὴν εἶχεν, ἐσπουδάζετο· οὐκ ἐπειδὴ πόρνη ἦν, ὑπερεωρᾶτο, ἀλλ' ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας. Οὐ παύσομαι λέγειν ἐγὼ, κἂν μηδεὶς ᾖ ὁ ἀκούων· ἰατρός εἰμι, ἐπιτίθημι τὰ φάρμακα· διδάσκαλός εἰμι, παραινεῖν ἐκελεύσθην· λέγει γάρ· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Οὐδένα διορθοῦμαι; Καὶ τί τοῦτο; ἀλλ' ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ' ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν πλήθει τοσούτῳ μὴ διορθωθῆναί τινα. Ἀλλ' αὐταὶ αἱ σκήψεις καὶ αἱ προφάσεις εἰσὶ τῶν ῥᾳθύμων ἀκροατῶν. Ἀκούω, φησὶ, καθ' ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε, κἂν μὴ ποιῇς· ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται· κἂν μὴ ποιῇς, αἰσχύνῃ ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς, καταδικάζεις σεαυτὸν, ὅτι οὐ ποιεῖς. Τοῦτο δὲ τὸ κατηγορεῖν σεαυτοῦ, πόθεν; Ὁ καρπὸς τῶν ἐμῶν λόγων. Ὅταν εἴπῃς· Οἴμοι, 48.1030 ἤκουσα, καὶ οὐ ποιῶ· τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἥμαρτες· ἐθρήνησας; ἔλυσας τὴν ἁμαρτίαν. Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Κἂν στυγνάσῃς, ἢ κατηφὴς γένῃ, ἔχει τινὰ σωτηρίαν ἡ κατήφεια, οὐ διὰ τὴν φύσιν τῆς κατηφείας, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τοῦ ∆εσπότου. Τῷ ἔχοντι ἁμαρτίας οὐκ ὀλίγη παραμυθία τὸ λυπεῖν ἑαυτόν. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐστύγνασε, καὶ ἰασάμην αὐτοῦ τὰς ὀδύνας. Ὢ φιλανθρωπίας ἀφάτου, καὶ ἀγαθότητος ἑρμηνευθῆναι μὴ δυναμένης! Ἐλυπήθη, καὶ ἰασάμην αὐτόν. Καὶ τί μέγα, ὅτι ἐλυπήθη; Οὐ μέγα μέν· ἀλλ' ἐγὼ ἀφορμὴν ἔλαβον τοῦ ἰᾶσθαι τὰς ὀδύνας αὐτοῦ. Εἴδετε πῶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάντα συνήγαγε; ∆ιηνεκῶς τοίνυν τὴν ἑσπέραν ἐκείνην τοῦ σεισμοῦ λογίζεσθε ἐν ἑαυτοῖς. Οἱ μὲν γὰρ ἄλλοι πάντες διὰ τὸν σεισμὸν ἐδεδοίκεσαν, ἐγὼ δὲ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ. Συνήκατε τί εἶπον; Οἱ μὲν ἐφοβοῦντο, μὴ πέσῃ ἡ πόλις, καὶ ἀποθάνωσιν· ἐγὼ δὲ δέδοικα, ὅτι ὁ ∆εσπότης ἡμῖν ὀργίζεται· οὐ γὰρ χαλεπὸν τὸ ἀποθανεῖν, ἀλλὰ χαλεπὸν τὸ παροξῦναι τὸν ∆εσπότην. Ὥστε οὐ διὰ τὸν σεισμὸν ἐφοβούμην, ἀλλὰ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ· ἡ γὰρ αἰτία τοῦ σεισμοῦ ἡ ὀργὴ τοῦ Θεοῦ, τῆς δὲ ὀργῆς αἴτιον αἱ ἁμαρτίαι ἡμῶν. Μηδέποτε φοβοῦ κόλασιν, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Σείεται ἡ πόλις; Καὶ τί τοῦτο; ἀλλὰ σοῦ μὴ σαλευθήτω ἡ διάνοια· ἐπεὶ καὶ ἐπὶ τῶν νοσημάτων καὶ τῶν τραυμάτων οὐκ ἐκείνους θρηνοῦμεν τοὺς θεραπευομένους, ἀλλὰ τοὺς τὰ ἀνίατα νοσοῦντας. Ὅπερ ἐστὶ νόσος καὶ τραῦμα, τοῦτό ἐστι καὶ ἁμαρτία· ὅπερ ἐστὶ τομὴ καὶ φάρμακον, τοῦτό ἐστι καὶ τιμωρία. γʹ. Συνήκατε τί λέγω; Προσέχετε· φιλόσοφον γὰρ ὑμᾶς βούλομαι παιδεῦσαι λόγον. ∆ιὰ τί τοὺς κολαζομένους θρηνοῦμεν, ἀλλ' οὐ τοὺς ἁμαρτάνοντας; Οὐ γὰρ οὕτω χαλεπὸν κόλασις, ὡς χαλεπὸν ἡ ἁμαρτία· τῆς γὰρ κολάσεως ὑπόθεσις ἡ ἁμαρτία. Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις; εἰπέ μοι· τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον, ἢ τὸν νοσοῦντα, καὶ θεραπευόμενον; ∆ῆλον ὅτι τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον. Οὕτως ἔστωσαν δύο ἁμαρτωλοὶ, ὁ μὲν κολαζόμενος, ὁ δὲ μὴ κολαζόμενος. Μὴ λέγε, μακάριος οὗτος, ὅτι πλουτεῖ, ὀρφανοὺς ἀποδύει, χήρας βιάζεται. Καίτοι οὐ νοσεῖ, ἀλλ' ἁρπάζων εὐδοκιμεῖ, τιμῆς ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων ὑπομένει, οὐ πυρετὸν, οὐ κάκωσιν, οὐκ ἄλλην τινὰ νόσον· παίδων χορὸς περὶ αὐτὸν, γῆρας λιπαρόν· ἀλλὰ τοῦτον μάλιστα θρήνει, ὅτι καὶ νοσεῖ, καὶ οὐ θεραπεύεται· πῶς, ἐγὼ λέγω. Ἐὰν ἴδῃς τινὰ ὑδέρῳ κατεχόμενον, καὶ σπληνὶ χαλεπωτάτῳ τὸ σῶμα ἐξογκούμενον, καὶ μὴ τρέχοντα πρὸς τὸν ἰατρὸν, ἀλλὰ ψυχροποσίᾳ προσέχοντα, τράπεζαν ἔχοντα Συβαριτικὴν, καθ' ἑκάστην ἡμέραν μεθύοντα, δορυφορούμενον, καὶ ἐπιτείνοντα τὴν νό48.1031 σον, εἰπέ μοι, μακαρίζεις τοῦτον, ἢ ταλανίζεις; Ἐὰν δὲ