1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

51

ἕτερον ἴδῃς ὑδέρῳ κατεχόμενον, ἰατρικῶν ἀπολαύοντα χειρῶν, λιμῷ ἑαυτὸν ἐκδιδόντα, ἐν ἀπορίᾳ πολλῇ ὄντα, φαρμάκοις προσκαρτεροῦντα πικροῖς, ἔχουσι μὲν ὀδύνην, τίκτουσι δὲ διὰ τῆς ὀδύνης ὑγείαν, οὐχὶ τοῦτον ὑπὲρ ἐκεῖνον μακαρίζεις; Ὡμολόγηται· ὁ μὲν γὰρ νοσεῖ, καὶ οὐ θεραπεύεται· ὁ δὲ νοσεῖ, καὶ ἀπολαύει ἰατρείας. Ἀλλ' ἐπίπονος ἡ ἰατρεία. Ἀλλ' ὠφέλιμον αὐτῆς τὸ τέλος. Οὕτως ἐστὶ καὶ ἐν τῷ παρόντι βίῳ. Ἀλλ' ἀπὸ τῶν σωμάτων ἄπαγε τὸν λόγον ἐπὶ τὰς ψυχὰς, ἀπὸ τῶν νοσημάτων ἐπὶ τὰ ἁμαρτήματα, ἀπὸ τῆς πικρίας τῶν φαρμάκων ἐπὶ τὰς τιμωρίας καὶ τὴν κρίσιν τοῦ Θεοῦ. Ὅπερ γάρ ἐστι τὸ φάρμακον τὸ παρὰ τοῦ ἰατροῦ, καὶ ἡ τομὴ καὶ τὸ πῦρ, τοῦτό ἐστιν ἡ τιμωρία ἡ παρὰ τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ πῦρ πολλάκις ἐπαγόμενον καίει, καὶ τὴν νομὴν κωλύει, καὶ τὸ σιδήριον ἀφαιρεῖται τὴν σηπεδόνα, ἔχον μὲν ὀδύνην, παρέχον δὲ ὠφέλειαν· οὕτω καὶ λιμὸς καὶ λοιμοὶ καὶ ὅσα κακὰ δοκοῦντα εἶναι, ἀντὶ σιδήρου καὶ πυρὸς ἐπάγονται τῇ ψυχῇ, ἵνα τὴν νομὴν τῶν νοσημάτων κατὰ τὴν εἰκόνα τῶν σωμάτων κωλύσῃ καὶ βελτίονα ἐργάσηται. Πάλιν ἔστωσαν δύο πόρνοι, καὶ ὑποκείσθω τῷ λόγῳ ἡ εἰκών· δύο πόρνοι· ἀλλ' ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τίς μᾶλλον ἐλπίδας σωτηρίας ἔχει; Ὡμολόγηται δηλονότι ὁ πένης. Μὴ τοίνυν εἴπῃς, ὅτι ὁ πλούσιος πορνεύει καὶ πλουτεῖ, καὶ διὰ τοῦτο μακαρίζω αὐτόν. Μᾶλλον ἔδει σε μακαρίζειν αὐτὸν, εἰ πορνεύων ἐπένετο, εἰ πορνεύων ἐλίμωττεν· εἶχε γὰρ διδάσκαλον κατηναγκασμένον τῆς φιλοσοφίας τὴν πενίαν. Ὅταν ἴδῃς κακὸν εὐημεροῦντα, δάκρυσον· δύο γὰρ κακὰ, καὶ νόσος καὶ τὸ ἀνίατον. Ὅταν ἴδῃς κακὸν ἐν συμφοραῖς ὄντα, παραμυθοῦ, μὴ διὰ τοῦτο μόνον, ὅτι βελτίων γίνεται, ἀλλ' ὅτι πολλὰ τῶν ἁμαρτημάτων αὐτοῦ ἐνταῦθα διαλύεται. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Πολλοὶ τῶν ἀνθρώπων καὶ ἐνταῦθα διαλύονται, καὶ ἐκεῖ κρίνονται· οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον. Κάτεχέ μου τὴν διδασκαλίαν· οὗτος γὰρ διευκρινηθεὶς ὁ λόγος πολλοὺς θορύβους ἐκβαλεῖ σου τοῦ λογισμοῦ. Ἀλλ', εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον πρῶτον τὸν ἐκεῖ μὲν κολαζόμενον, ἐνταῦθα δὲ ἀπολαύσαντα τρυφῆς. Προσεχέτωσαν καὶ πλούσιοι καὶ πένητες τῷ λεγομένῳ· ἑκατέροις γὰρ χρήσιμος ἡ διδασκαλία. Ὅτι γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλοὶ κρίνονται, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰς ἣν δ' ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτὴν, λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Κἂν μὲν ᾖ ἡ οἰκία ἐξία, εἰσελθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστραφήτω. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Εἰς ἣν δ' ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. Ἀπὸ τούτων δῆλον ὅτι οἱ Σοδόμων καὶ Γομόῤῥων καὶ ἐνταῦθα ἐκρίθησαν, καὶ ἐκεῖ κολάζονται. Ὅταν γὰρ λέγῃ, ὅτι ἀνεκτότερον ἔσται Σοδόμοις ἢ τού48.1032 τοις, δείκνυσιν, ὅτι κολάζονται μὲν, οὐχ οὕτω δὲ ὡς οὗτοι. δʹ. Πάλιν εἰσὶν οἱ ἐνταῦθα κολαζόμενοι μόνον, ὥσπερ ὁ πεπορνευκώς. Κορινθίοις γὰρ ἐπιστέλλων ὁ μακάριος Παῦλος, οὕτως ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασμένον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθέντων ἡμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Εἶδες πῶς οὗτος ὧδε κολάζεται, καὶ ἐκεῖ οὐ κολάζεται; Ἐπειδὴ γὰρ ὧδε ἐκολάσθη αὐτοῦ τὸ σῶμα, ἐκεῖ οὐ κολάζεται. Θέλω δὲ λοιπὸν δεῖξαι τὸν ὧδε τρυφήσαντα, ἐκεῖ δὲ κολαζόμενον. Ἦν τις πλούσιος. Ἀλλ' εἰ καὶ προλαμβάνετε τὴν ἱστορίαν τοῦ