1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

52

διηγήματος, ἀναμείνατε τὴν λύσιν τοῦ λόγου· τοῦτο γὰρ ἐμὸν ἐγκώμιον, καὶ ὑμέτερος ἔπαινος, προοιμίων καταβαλλομένων, ἤδη ὑμᾶς τὸν στάχυν δρέπεσθαι. ∆ιδασκάλους ὑμᾶς εἰργάσατο ἡ συνεχὴς τῶν λόγων ἀπόλαυσις· ἀλλ' ἐπειδὴ μεθ' ὑμῶν εἰσι καὶ ξένοι τινὲς εἰσιόντες, μὴ τρέχετε, ἀλλ' ἀναμείνατε τοὺς χωλεύοντας. Καὶ γὰρ ἡ Ἐκκλησία σῶμά ἐστιν· ὀφθαλμὸν ἔχει, καὶ κεφαλὴν ἔχει. Ὥσπερ οὖν ἐὰν ἡ πτέρνα δέξηται ἄκανθαν, ὁ ὀφθαλμὸς κάτω κύπτει, μέλος ὢν τοῦ σώματος, καὶ οὐ λέγει, Ἐπειδὴ ἐν ὕψει κάθημαι, καταφρονῶ τοῦ κάτω μέλους, ἀλλὰ κύπτει καὶ καταλιμπάνει τὸ ἑαυτοῦ ὕψος· καίτοι τί πτέρνης εὐτελέστερον, ἢ τί ὀφθαλμοῦ εὐγενέστερον; ἀλλ' ἡ συμπάθεια τὸ ἀνώμαλον διώρθωσε, καὶ ἡ ἀγάπη τὸ πᾶν ἐκέρασεν· οὕτω καὶ σὺ ποίει· κἂν ταχὺς ᾖς, κἂν παρεσκευασμένος πρὸς ἀκρόασιν, μὴ ἔχῃς δὲ παρακολουθοῦντα τὸν ἀδελφὸν τοῖς καταβαλλομένοις, καταβήτω ὁ ὀφθαλμός σου πρὸς τὴν πτέρναν· συμπασχέτω τῷ χωλεύοντι μέλει, ὥστε μὴ διὰ τὴν σὴν ταχυτῆτα, καὶ τὴν ἐκείνου βραδυτῆτα, ἔρημον αὐτὸν ἀπομεῖναι τοῦ λόγου. Μὴ τῇ συνέσει τῇ σῇ εἰς ἐκείνου ἀπώλειαν ἀποχρήσῃ, ἀλλὰ χάριν ἔχε τῷ Θεῷ διὰ τὴν σὴν ταχυτῆτα. Πλούσιος εἶ; χαίρω καὶ εὐφραίνομαι· ἀλλ' ἐκεῖνος ἔτι πένεται· μὴ διὰ τὸν σὸν πλοῦτον μενέτω ἐν τῇ πτωχείᾳ. Ἄκανθαν ἔχει ἐκεῖνος, τεθορυβημένον λογισμόν· ἀλλὰ κατάβηθι πρὸς αὐτὸν, καὶ ἔξελε τὴν ἄκανθαν. Τί οὖν φησιν; Ἦν τις πλούσιος, ὀνόματι, οὐχὶ πράγματι. Ἦν τις πλούσιος, πορφύραν ἐνδιδυσκόμενος, τράπεζαν παρατιθέμενος πολυτελῆ, κρατῆρας ἔχων ἐστεμμένους οἴνου, συμπόσια καθ' ἑκάστην ἡμέραν ποιῶν· ἕτερος δέ τις ἦν πένης, Λάζαρος ὀνόματι. Καὶ ποῦ τὸ ὄνομα τοῦ πλουσίου; Οὐδαμοῦ· ἀνώνυμος γάρ ἐστι. Πόσος πλοῦτος; καὶ ὄνομα αὐτῷ οὐχ εὑρίσκεται. Ποῖος πλοῦτος οὗτος; ∆ένδρον φύλλοις μὲν κομῶν, καρποῦ δὲ ἀπεστερημένον, δρῦς πρὸς ὕψος ἀνατεταμένη, ἀλόγοις τροφὴν παρέχουσα τὴν βάλανον, ἄνθρωπος οὐκ ἔχων ἀνθρώπου καρπόν. Ὅπου γὰρ πλοῦτος καὶ ἁρπαγαὶ, λύκος ὁ βλεπόμενος· ὅπου πλοῦτος καὶ θηριωδία, λέοντα ὁρῶ, καὶ οὐκ 48.1033 ἄνθρωπον· ἀπώλεσε τὴν εὐγένειαν τῇ δυσγενείᾳ τῆς πονηρίας. Ἦν τις πλούσιος, πορφύραν καθ' ἑκάστην ἡμέραν ἐνδιδυσκόμενος, τὴν δὲ ψυχὴν ἀράχνης γέμων, μύρου πνέων, δυσωδίας δὲ ἐμπεπλησμένος, τράπεζαν παρατιθέμενος πολυτελῆ, παρασίτους τρέφων καὶ κόλακας, τὴν δούλην πιαίνων τὴν σάρκα, τὴν δέσποιναν δὲ τὴν ψυχὴν λιμῷ φθειρομένην περιορῶν· κατεστεμμένη αὐτῷ ἡ οἰκία, καὶ ὁ τῆς ἁμαρτίας θεμέλιος κεκονιαμένος· ἐν οἴνῳ τὴν ψυχὴν ἔχων κατορωρυγμένην. Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος τράπεζαν ἔχων πολυτελῆ, κρατῆρας ἐστεμμένους οἴνου, παρασίτους τρέφων καὶ κόλακας, τὸ πονηρὸν τοῦ διαβόλου θέατρον, τοὺς λύκους τοὺς αἰχμαλωτίζοντας πολλοὺς τῶν πλουτούντων, τοὺς ὠνουμένους τῆς οἰκείας γαστρὸς τῇ πλησμονῇ τὴν ἐκείνων ἀπώλειαν, τοὺς πολλῇ τιμῇ καὶ κολακείᾳ τὸν πλοῦτον λυμαινομένους. Οὐκ ἄν τις ἁμάρτοι τοὺς τοιούτους λύκους προσειπὼν, οἳ καθάπερ πρόβατον τὸν πλούσιον ἐν μέσῳ λαβόντες, ἐπαίρουσι τοῖς ἐπαίνοις, καὶ φυσῶσι τοῖς ἐγκωμίοις, καὶ οὐκ ἀφιᾶσιν αὐτὸν οὐδὲ τὸ ἕλκος ἰδεῖν, ἀλλὰ τυφλοῦσιν αὐτοῦ τὴν διάνοιαν, καὶ αὔξουσιν αὐτοῦ τὴν σηπεδόνα. Εἶτα καταλαμβάνοντος καιροῦ μεταβολῆς, ἐν φυγῇ οἱ φίλοι, ἐν συμπαθείᾳ ἡμεῖς οἱ ἐπιτιμῶντες· τὰ προσωπεῖα ἐκείνων κρύπτεται· ὅπερ δὴ καὶ πολλάκις νῦν γέγονεν. εʹ. Ἦν τοίνυν ὁ πλούσιος ἐκεῖνος παρασίτους τρέφων καὶ κόλακας, θέατρον τὴν οἰκίαν ἐργαζόμενος, οἴνῳ ἕκαστον ἐκλύων, ἐν εὐημερίᾳ πολλῇ διατρίβων· ἕτερος δέ τις ἦν Λάζαρος ἑλκῶν γέμων, πρὸς τὸν πυλῶνα τοῦ πλουσίου καθεζόμενος, καὶ ἐπιθυμῶν ψιχίων. Παρὰ τὴν πηγὴν ἐδίψα, ἐν εὐημερίᾳ ἐλίμωττεν. Καὶ ποῦ ἔῤῥιπτο; Οὐκ εἰς τὸ ἄμφοδον, οὐκ εἰς ῥύμην, οὐκ εἰς στενωπὸν, οὐκ εἰς μέσην ἀγορὰν, ἀλλ' εἰς τὸν πυλῶνα τοῦ πλουσίου, ὅπου ἀνάγκην εἶχεν εἰσόδων καὶ ἐξόδων ὁ πλούσιος, ἵνα μὴ λέγῃ· Οὐκ εἶδον, παρέδραμον, οὐκ εἶδόν μου οἱ ὀφθαλμοί. Εἰς τὴν εἴσοδόν σου κεῖται, ὁ μαργαρίτης ἐν βορβόρῳ, καὶ οὐ βλέπεις; ὁ ἰατρὸς παρὰ τὸν πυλῶνα, καὶ οὐ