1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

55

πλούσιος ἀνέβλεψε, καὶ εἶδε τὸν Λάζαρον· εἶδε καινὰ πράγματα. Εἰς τὸν πυλῶνά σου ἦν καθ' ἑκάστην ἡμέραν· δεύτερον καὶ τρίτον εἰσήρχου καὶ ἐξήρχου, καὶ οὐκ ἔβλεπες αὐτόν· καὶ ὅτε εἰς τὰ τήγανα εἶ, ἀπὸ διαστήματος βλέπεις; Ὅτε ἐν τῷ πλούτῳ διῆγες, ὅτε ἐν τῇ βουλῇ σου τὸ ὁρᾷν ἦν, οὐ προέθου τοῦ ἰδεῖν αὐτόν· ἱνατί νῦν ὀξυδερκεῖς; οὐκ ἐν τῷ πυλῶνί σου ἦν; πῶς αὐτὸν οὐκ ἔβλεπες; ἐγγὺς ὄντα οὐκ εἶδες, καὶ νῦν ἀπὸ διαστήματος βλέπεις, καὶ τοσούτου χάους ὄντος; Καὶ τί ποιεῖ; Τὸν Ἀβραὰμ πατέρα καλεῖ. Τί λέγεις πατέρα, οὗ οὐκ ἐμιμήσω τὴν φιλοξενίαν; Πατέρα καλεῖ οὗτος, τέκνον ἐκεῖνος· τὰ ὀνόματα τῆς συγγενείας, καὶ οὐδαμοῦ ἡ ἀντίληψις. Ἀλλὰ προφέρει τὰ ὀνόματα, ἵνα μάθητε, ὅτι γένους ὄφελος οὐδέν. Εὐγένεια γὰρ οὐ προγόνων περιφάνεια, ἀλλὰ τρόπων ἀρετή. Μή μοι λέγε· Πατέρα ἔχω ὕπατον. Τί πρὸς ἐμέ; Οὐ λέγω τοῦτο. Μή μοι λέγε· Πατέρα ἔχω ὕπατον. Παῦλον τὸν ἀπόστολον ἐὰν ἔχῃς πατέρα, καὶ ἀδελφοὺς ἐὰν ἔχῃς μάρτυρας, σὺ δὲ μὴ μιμήσῃ αὐτῶν τὴν ἀρετὴν, οὐδέν σοι ὄφελος τῆς συγγενείας, ἀλλὰ μᾶλλον ἔβλαψε καὶ κατεδίκασεν. Ἡ μήτηρ μου, φησὶν, ἐλεήμων ἐστίν. Καὶ τί πρὸς σὲ τὸν ἀπάνθρωπον; ἡ γὰρ ἐκείνης φιλανθρωπία προσθήκη κατηγορίας τῆς σῆς κακοτροπίας. Τί γὰρ ὁ Βαπτιστὴς Ἰωάννης φησὶ πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν; Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Εὐδόκιμον ἔχεις πρόγονον; ἐὰν ζηλώσῃς, ἐκέρδανας· ἐὰν δὲ μὴ ζηλώσῃς, κατήγορος γίνεται ὁ εὐδόκιμος ὅτι ἀπὸ ῥίζης δικαίας πικρὸς ἔφυς καρπός. Μηδέποτε μακαρίσῃς ἄνθρωπον ἔχοντα συγγενῆ δίκαιον, ἐὰν μὴ μιμῆται αὐτοῦ τοὺς τρόπους. Μητέρα ἔχεις ἁγίαν; Οὐδὲν πρὸς σέ. Μητέρα ἔχεις πονηράν; Οὐδὲν 48.1037 πρὸς σέ. Ὥσπερ ἐκείνης ἡ ἀρετὴ οὐκ ὠφελεῖ σε μὴ ζηλοῦντα αὐτῆς τὴν ἀρετὴν, οὕτως οὐδὲ ἡ κακία αὐτῆς βλάπτει σε, ἐὰν μεταβάλῃς τὴν πονηρίαν. Ἀλλ' ὥσπερ ἐκεῖ μεῖζον τὸ ἔγκλημα, ὅτι, οἴκοθεν ἔχων ὑπόδειγμα, οὐκ ἐμιμήσω τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὸ ἐγκώμιον μεῖζον, ὅτι μητέρα τις ἔχων πονηρὰν, οὐκ ἐμιμήσατο τὴν πονηρίαν αὐτῆς, ἀλλ' ἀπὸ ῥίζης πικρᾶς ἔφυ καρπός· οὐ γὰρ προγόνων περιφάνεια, ἀλλὰ τρόπος ἀρετῆς ζητεῖται. Ἐγὼ καὶ δοῦλον εὐγενῆ καλῶ, καὶ δεσπότην ἅλυσιν περικείμενον, ἐὰν καταμάθω αὐτοῦ τὸν τρόπον· ἐμοὶ καὶ ὁ ἐν ἀξιώματι δυσγενὴς, ἐὰν δούλην ἔχῃ τὴν ψυχήν. Τίς γάρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν; Ἡ μὲν γὰρ ἄλλη δουλεία περιστάσεως πραγμάτων· αὕτη δὲ ἡ δουλεία διαφορὰ γνώμης, ἐπεὶ καὶ ἡ δουλεία ἐξ ἀρχῆς ἐντεῦθεν εἰσῆλθεν. ζʹ. Οὐκ ἦν δοῦλος τὸ παλαιόν· ὁ γὰρ Θεὸς πλάττων τὸν ἄνθρωπον, οὐκ ἐποίησεν αὐτὸν δοῦλον, ἀλλ' ἐλεύθερον. Ἐποίησε τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, καὶ ἀμφότεροι ἦσαν ἐλεύθεροι· πόθεν οὖν ἡ δουλεία ἐγένετο; Ἐξώκειλε τὸ γένος τῶν ἀνθρώπων, καὶ τὰ μέτρα τῆς ἐπιθυμίας ὑπερβάντες, εἰς ἀκολασίαν ἐπήρθησαν· καὶ ὅπως, ἄκουε· Ἐγένετο κατακλυσμὸς, τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον, καταῤῥάκται ἠνεῴχθησαν, καὶ ἄβυσσοι ἀνεβλύσθησαν, καὶ πάντα ἦν ὕδωρ, καὶ τὰ φαινόμενα ἀνεστοιχειοῦντο καὶ διελύοντο, καὶ γῆ οὐκ ἐφαίνετο, ἀλλ' ἦν ἅπαντα πέλαγος, ῥίζαν ἔχοντα τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ πάντα κύματα ἦν, καὶ πάντα πελάγη· ὄρη πρὸς ὕψος ἀνατεταμένα, ἀλλὰ τὸ πέλαγος αὐτὰ ἐκάλυπτε· καὶ ἦν πέλαγος καὶ οὐρανὸς μόνον, καὶ ἦν τὸ γένος τῶν ἀνθρώπων ἀπολωλὸς, καὶ ἦν ὁ σπινθὴρ τοῦ γένους τοῦ ἡμετέρου ὁ Νῶε, σπινθὴρ ἐν μέσῳ πελάγους, καὶ μὴ σβεννύμενος, τὰς ἀπαρχὰς τοῦ γένους ἡμῶν ἔχων, γυναῖκα καὶ παιδία, περιστερὰν καὶ κόρακα, καὶ τὰ ἄλλα πάντα. Καὶ ἦσαν πάντες ἔνδον, καὶ ἐφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος ἐν μέσῳ τοῦ κλύδωνος, καὶ οὐκ ἐναυάγει· εἶχε γὰρ κυβερνήτην τὸν τοῦ παντὸς ∆εσπότην. Αἱ γὰρ σανίδες αὐτὸν οὐ διέσωσαν, ἀλλ' ἡ χεὶρ ἡ κραταιά· καὶ ὅρα θαῦμα· Ὅτε καὶ ἐξεκλύσθη ἡ γῆ, ὅτε ἀνῃρέθησαν οἱ τὰ κακὰ ἐργασάμενοι, ὅτε ἐλώφησεν ὁ χειμὼν, ἐφάνησαν αἱ κορυφαὶ τῶν ὀρέων, ἐκάθισεν ἡ κιβωτὸς, ἔπεμψε τὴν περιστερὰν ὁ Νῶε. Μυστήρια δὲ ἦν τὰ λεγόμενα, καὶ τῶν μελλόντων τύπος τὰ γινόμενα· οἷον, ἡ Ἐκκλησία κιβωτὸς, ὁ Νῶε ὁ Χριστὸς, ἡ