1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

56

περιστερὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ φύλλον τῆς ἐλαίας ἡ φιλανθρωπία τοῦ Θεοῦ. Τὸ ἥμερον ζῶον ἐξεπέμπετο, καὶ ἐξῆλθεν ἀπὸ τῆς κιβωτοῦ· ἀλλὰ τύπος ἐκεῖνα, ταῦτα δὲ ἀλήθεια. Ὅρα δὲ τὴν δαψίλειαν τῆς ἀληθείας. Καθάπερ ἡ κιβωτὸς ἐν μέσῳ τοῦ πελάγους διέσωζε τοὺς ἔσω ὄντας, οὕτω καὶ ἡ Ἐκκλησία διασώζει τοὺς πλανωμένους ἅπαντας. Ἀλλ' ἡ μὲν κιβωτὸς ἔσωζε μόνον, ἡ δὲ Ἐκκλησία πλέον τι ἐργάζεται. Οἷόν τι λέγω· Ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα, καὶ ἔσωσεν ἄλογα· ἔλαβεν ἡ Ἐκκλησία ἀλόγους ἀνθρώπους, καὶ οὐ σώζει μόνον, ἀλλὰ καὶ μεταβάλλει· ἔλαβεν ἡ κιβωτὸς κόρακα, καὶ κόρακα ἔπεμψε· λαμβάνει ἡ Ἐκκλησία κόρακα, καὶ ἐκπέμπει 48.1038 περιστεράν· λαμβάνει λύκον, καὶ ἐκπέμπει αὐτὸν πρόβατον. Ὅταν γὰρ εἰσέλθῃ ἐνταῦθα ἄνθρωπος ἁρπάζων, πλεονεκτῶν, ἀκούσῃ δὲ τῶν θείων λογίων τῆς διδασκαλίας, μεταβάλλει τὴν γνώμην, καὶ ἀντὶ λύκου γίνεται πρόβατον· ὁ μὲν γὰρ λύκος καὶ τὰ ἀλλότρια ἁρπάζει, τὸ δὲ πρόβατον καὶ τὸ ἔριον αὐτοῦ προΐεται. Ἐκάθισεν ἡ κιβωτὸς, καὶ ἀνεῴγησαν αἱ θύραι. Ἐξῆλθε Νῶε ἐκ τοῦ ναυαγίου διασωθείς· βλέπει τὴν γῆν ἠρημωμένην, βλέπει τάφον ἐσχεδιασμένον ἰλὺν, τάφον κοινὸν κτήνεσι καὶ ἀνθρώποις, πάντα ὁμοῦ τὰ σώματα ἵππων καὶ ἀνθρώπων καὶ κτηνῶν ἀλόγων πάντων ὁμοῦ κατακεχωσμένα. Εἶδε τὴν τραγῳδίαν ἐκείνην, εἶδε τὴν γῆν πικρίας γέμουσαν· ἐν ἀθυμίᾳ πολλῇ ἦν, πάντες ἀπώλοντο· οὐκ ἄνθρωπος, οὐ κτῆνος, οὐκ ἄλλο τι τῶν ἔξω τῆς κιβωτοῦ διεσώθη· οὐρανὸν ἔβλεπε μόνον· ὑπὸ τῆς ἀθυμίας ἐτυραννεῖτο, κατείχετο ὑπὸ τῆς ὀδύνης, ἔπιεν οἶνον, ἔδωκεν ἑαυτὸν τῷ ὕπνῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος τῆς ἀθυμίας. Ἔκειτο δὲ ἐπὶ τῆς κλίνης, καθάπερ ἰατρῷ τῷ ὕπνῳ ἑαυτὸν ἐκδοὺς, λήθην ἐργαζόμενος τῇ διανοίᾳ τῶν γεγενημένων, οἷα εἰκὸς γεγηρακότα, καὶ οἶνον πιόντα, καὶ ὕπνῳ κατεχόμενον. ∆εῖ γὰρ ὑπὲρ τοῦ δικαίου ἀπολογήσασθαι, ὅτι οὐκ ἦν μέθης οὐδὲ πάθους ἐπιθυμία τὸ γινόμενον, ἀλλὰ δι' ἀμφοτέρων ἰᾶτο τὸ ἕλκος. Τοῦτο γὰρ καὶ ὁ Σολομὼν ἔλεγε· ∆ότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύναις. ∆ιὰ τοῦτο πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα ἐν τοῖς ἐπικηδείοις, ὅταν τις παιδίον ἢ γυναῖκα ἀποβάλῃ, ἐπειδὴ τὸ πάθος τυραννεῖ, ἐπειδὴ ἀθυμία περιγίνεται, ἐπειδὴ κρατεῖ τὸ συνειδὸς, λαμβάνει φίλους εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ συμπόσιον δαψιλὲς ποιεῖ, καὶ οἶνος ἄκρατος δίδοται τῷ λυπουμένῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος. Τοῦτο ἔπαθε καὶ ὁ γέρων ἐκεῖνος τότε. Ὑπὸ γὰρ τῆς ἀθυμίας τυραννούμενος, καθάπερ φαρμάκῳ τῷ οἴνῳ ἐχρήσατο, καὶ ἀπὸ τοῦ οἴνου δέδωκεν ἑαυτὸν τῷ ὕπνῳ. Ἵνα δὲ μάθητε πόθεν ἡ δουλεία ἐδόθη, μετὰ μικρὸν εἰσελθὼν ὁ ἐπικατάρατος ἐκεῖνος υἱὸς αὐτοῦ, υἱὸς μὲν αὐτοῦ τῇ φύσει, οὐχ υἱὸς δὲ προαιρέσει (πάλιν δὲ λέγω εὐγένειαν, οὐ προγόνων περιφάνειαν, ἀλλὰ τρόπον ἀρετῆς)· εἰσελθὼν ὁ υἱὸς εἶδε τὴν γύμνωσιν τοῦ πατρός. ∆έον περιστεῖλαι, δέον περικαλύψαι διὰ τὸ γῆρας, διὰ τὸ πένθος, διὰ τὴν συμφορὰν, διὰ τὸ πατέρα αὐτοῦ εἶναι· ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε καὶ ἐξετραγῴδησεν. Οἱ δὲ ἄλλοι αὐτοῦ ἀδελφοὶ λαβόντες πάλλιον ὀπισθοφανῶς, ἵνα μὴ ἴδωσι τὰ παρ' ἐκείνου ἐκπομπευόμενα, εἰσελθόντες ἐκάλυψαν τὸν πατέρα. Ἀναστὰς δὲ ὁ πατὴρ, ἔγνω πάντα, καὶ ἄρχεται λέγειν· Ἐπικατάρατος Χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆οῦλος ἔσῃ, ὅτι ἐξεπόμπευσας τὴν ἀσχημοσύνην τοῦ πατρός σου. Ὁρᾷς ὅτι ἀπὸ ἁμαρτίας ἡ δουλεία, καὶ ἡ πονηρία τὴν δουλείαν εἰσήγαγε; Βούλει δείξω σοι ἐλευθερίαν ἀπὸ δουλείας; Ἐγένετό τις Ὀνήσιμος οἰκέτης, κατάπτυστος δραπέτης· οὗτος ἔφυγε, καὶ ἀπῆλθε πρὸς τὸν Παῦλον, ἔτυχε τοῦ βαπτίσματος, ἀπελούσατο τὰ ἁμαρτήματα, παρέμενεν αὐτοῦ τοῖς ποσί· γράφει Παῦλος πρὸς τὸν δεσπότην αὐτοῦ· Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον, νῦν δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον, προσ48.1039 λαβοῦ αὐτὸν ὡς ἐμέ. Τί γὰρ ἐγένετο; Ὃν ἐγὼ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. ηʹ. Εἶδες εὐγένειαν, εἶδες τρόπον παρέχοντα ἐλευθερίαν; ∆οῦλος γὰρ καὶ ἐλεύθερος, ὀνόματά ἐστιν ἁπλῶς. Τί ἐστι δοῦλος; Ὄνομα ψιλόν. Πόσοι δεσπόται ἐπὶ στιβάδος κεῖνται μεθύοντες, οἰκέται δὲ