1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

58

Πρόσεχε τοίνυν ὃ λέγω· Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ, τὰ κεχρεωστημένα, τὰ ὀφειλόμενα. Προσέχετε τῷ ζητήματι· φθάνω γὰρ εἰς τὸν τόπον· ἄφες ὑφάνω τὸν ἱστόν. Ἀλλὰ μὴ θορυβεῖσθε ἐν τῷ προοιμίῳ· ἀλλ' ὅταν τι τοιοῦτον λέγω, ἀναμείνατε τὴν λύσιν. Βούλομαι γὰρ ὀξυδερκεῖς ὑμᾶς καταστῆσαι, καὶ μὴ ἁπλῶς ἐπιπολαίως γυμνάζειν, ἀλλὰ καὶ εἰς βυθὸν καταφέρειν τῶν θείων Γραφῶν, βυθὸν οὐκ ἔχοντα χειμῶνα, βυθὸν γαλήνης ἀσφαλέστερον. Ὅσον οὖν καταβῇς, πλείονα ἀσφάλειαν εὑρίσκεις. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος ῥύμη, ἀλλ' εὔτακτος νοημάτων διάθεσις. Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ζήτημα μέγα ἐστίν· εἶπον, ὅτι ὁ ἀπολαμβάνων, τὰ κεχρεωστημένα ἀπολαμβάνει. Εἰ τοίνυν ὁ Λάζαρος δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, καὶ ἔδειξεν ὁ κόλπος τοῦ Ἀβραὰμ, ὁ στέφανος, τὰ βραβεῖα, ἡ ἄνεσις, ἡ ἀπόλαυσις, ἡ καρτερία, ἡ ὑπομονή· οὗτος δὲ ἁμαρτωλὸς καὶ παμπόνηρος καὶ ἀπάνθρωπος, τρυφῇ καὶ μέθῃ προσέχων, Συβαριτικὴν παρατιθέμενος τράπεζαν, ἐν ἀσελγείᾳ τοσαύτῃ καὶ ἀκολασίᾳ στρεφόμενος, διὰ τί αὐτῷ λέγει, ὅτι Ἀπέλαβες; ἐχρεωστεῖτο γάρ τι αὐτῷ, ἀνθρώπῳ πλουτοῦντι, ἀνθρώπῳ ἀσώτῳ καὶ ἀπανθρώπῳ; τί γὰρ αὐτῷ ἐχρεωστεῖτο; διὰ τί γὰρ μὴ εἶπεν, Ἔλαβες, ἀλλ', Ἀπέλαβες; θʹ. Πρόσεχε τῷ λεγομένῳ· Ἐχρεωστοῦντο αὐτῷ τιμωρίαι, ἐχρεωστοῦντο αὐτῷ κολάσεις, ἐχρεωστοῦντο αὐτῷ ὀδύναι. ∆ιὰ τί μὴ εἶπεν, ὅτι Αὐτὰ ἔλαβες, ἀλλὰ Ἀπέλαβες τὰ ἀγαθά σου ἐκεῖνα, τὸν βίον ἐκεῖνον λέγων, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ; Ἀλλὰ σύντεινόν σου τὴν διάνοιαν· εἰς βάθος γὰρ καταβαίνω νοημάτων. Τῶν ἀνθρώπων ἁπάντων τῶν ὄντων οἱ μὲν εἰσὶν ἁμαρτωλοὶ, οἱ δὲ δίκαιοι. Πρόσεχε τοίνυν καὶ ἐν τοῖς δικαίοις διαφοράν· ὁ μὲν δίκαιος, ὁ δὲ πλεῖον δίκαιος· ὁ μὲν ὑψηλότερος, ὁ δὲ μείζων· καὶ καθάπερ 48.1041 ἀστέρες εἰσὶ πολλοὶ καὶ ἥλιος καὶ σελήνη, οὕτω καὶ διαφορὰ δικαίων. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Τὰ μὲν γὰρ διαφέρει ἐν δόξῃ, τὰ δὲ ἐλαττοῦται· καὶ καθάπερ εἰσὶ σώματα ἐπουράνια; οὕτω καὶ σώματα ἐπίγεια· καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὁ μὲν ἔλαφος, ὁ δὲ κύων, ὁ δὲ λέων, ὁ δὲ ἄλλο θηρίον, ὁ δὲ ἀσπὶς, ὁ δὲ ἄλλο τι τῶν τοιούτων· οὕτω καὶ ἐν τοῖς ἁμαρτήμασι διαφοραί. Τῶν ἀνθρώπων τοίνυν οἱ μὲν εἰσὶ δίκαιοι, οἱ δὲ ἁμαρτωλοί· ἀλλὰ καὶ ἐν τοῖς δικαίοις πολλὴ διαφορὰ, καὶ ἐν τοῖς ἁμαρτωλοῖς πολλὴ καὶ ἄπειρος. Ἀλλὰ πρόσεχε· Εἰ καὶ δίκαιος ᾖ τις, κἂν μυριάκις ᾖ δίκαιος, καὶ πρὸς αὐτὴν ἀναβῇ τὴν κορυφὴν, ὥστε ἀπηλλάχθαι ἁμαρτημάτων, οὐ δύναται καθαρὸς εἶναι κηλῖδος, κἂν μυριάκις ᾖ δίκαιος, ἀλλ' ἄνθρωπός ἐστι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; ∆ιὰ τοῦτο κελευόμεθα εἰς τὴν εὐχὴν λέγειν· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ἵνα τῇ συνηθείᾳ τῆς εὐχῆς ἀναμνησθῶμεν ἐκεῖ ὅτι ὑπεύθυνοί ἐσμεν κολάσεσι. Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ τοσοῦτον καὶ τηλικοῦτον κεκτημένος ἀρετῶν πλῆθος, λέγει· Ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι. Τίς οὖν καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Ἀμήχανον τοίνυν εἶναι ἄνθρωπόν τινα ἀναμάρτητον. Τί γὰρ λέγεις; δίκαιός ἐστιν; ἐλεήμων ἐστί; φιλόπτωχός ἐστιν; Ἀλλ' ἔχει τι ἐλάττωμα· ἢ ὑβρίζει ἀκαίρως, ἢ κενοδοξεῖ, ἢ ἄλλο τι τοιοῦτον ποιεῖ· οὐ γὰρ δεῖ πάντα καταλέγειν. Ὁ μὲν ἐλεήμων, ἀλλ' οὐ σώφρων