1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

59

πολλάκις· ὁ δὲ σώφρων μὲν, ἀλλ' οὐκ ἐλεήμων· ὁ μὲν ἐν ταύτῃ τῇ ἀρετῇ ὀνομάζεται, ὁ δὲ ἐν ἐκείνῃ. Ἔστω τις δίκαιος· καὶ πολλάκις μὲν δίκαιός ἐστι, καὶ ἔχει πάντα τὰ ἀγαθὰ, καὶ ἔσχεν ἀπόνοιαν διὰ τὴν δικαιοσύνην, καὶ ἐλυμήνατο αὐτῷ τὴν δικαιοσύνην ἡ ἀπόνοια. Ὁ Φαρισαῖος οὐκ ἦν δίκαιος, νηστεύων δὶς τοῦ σαββάτου; καὶ τί φησιν; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται. Καὶ πολλάκις ἀπὸ καθαροῦ συνειδότος εἰς ἀπόνοιαν ἦλθέ τις· καὶ ὅπερ οὐκ ἔβλαψεν αὐτὸν ἡ ἁμαρτία, ἔβλαψεν αὐτὸν ἡ ἀπόνοια. Οὐκ ἔστι γοῦν ἄνθρωπον καθ' ὅλου οὕτως εἶναι δίκαιον, ὡς καθαρὸν εἶναι ἀπὸ ἁμαρτίας, καὶ πάλιν, οὐκ ἔστιν ἄνθρωπον οὐδένα κακὸν εἶναι, ὡς μὴ ἔχειν τι κἂν μικρὸν ἀγαθόν. Οἷόν τι λέγω· Ὁ δεῖνα ἁρπάζει καὶ πλεονεκτεῖ καὶ λυμαίνεται, ἀλλ' ἐνίοτε ἐλεημοσύνην δίδωσιν, ἀλλ' ἐνίοτε σώφρων ἐστὶν, ἀλλ' ἐνίοτε λόγον ἔχει χρηστὸν, ἀλλ' ἐνίοτε κἂν ἑνὶ ἀνδρὶ ἐβοήθησεν, ἀλλ' ἐνίοτε ἔκλαυσεν, ἀλλ' ἐνίοτε ἐστύγνασεν. Οὔτε οὖν δίκαιός ἐστι χωρὶς ἁμαρ48.1042 τίας, οὔτε ἐστὶν ἁμαρτωλὸς καθόλου ἔρημος ἀγαθοῦ. Τί τοῦ Ἀχαὰβ χαλεπώτερον; ἥρπασε καὶ ἐφόνευσεν· ἀλλ' ὅμως ἐπειδὴ ἐστύγνασε, λέγει τῷ Ἠλίᾳ ὁ Θεός· Εἶδες πῶς κατενύγη Ἀχαὰβ, εἶδες ἐν τοσούτῳ βυθῷ κακῶν πῶς εὑρέθη τι μικρὸν ἀγαθόν; Τί Ἰούδα χεῖρον τοῦ προδότου, τοῦ αἰχμαλωτισθέντος ὑπὸ τῆς φιλαργυρίας; ἀλλ' ὅμως καὶ αὐτὸς ἐποίησε κἂν μικρόν τι μετὰ ταῦτα ἀγαθόν. Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον. Ὅπερ οὖν ἔλεγον· οὐ γάρ ἐστι φύσει ἡ κακία, ἵνα μὴ ἔχῃ χώραν ἡ ἀρετή. Τὸ πρόβατον οὐδέποτε δύναται γενέσθαι ἄγριον, φύσει γὰρ ἔχει τὸ ἥμερον· ὁ λύκος οὐδέποτε δύναται γενέσθαι ἥμερος, φύσει γὰρ ἔχει τὸ ἄγριον. Οὐ λύονται οὖν οἱ νόμοι τῆς φύσεως, οὐδὲ σαλεύονται, ἀλλὰ μένουσιν ἀκίνητοι. Ἐπὶ ἐμοῦ τοῦτο οὐκ ἔνι, ἀλλὰ καὶ ἄγριος γίνομαι ὅταν βούλωμαι, καὶ ἥμερος ὅταν θέλω· οὐ γὰρ φύσει δέδεμαι, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμημαι. Ὅπερ οὖν εἶπον, οὔτε ἀγαθός τις οὕτως ἐστὶν, ὡς μὴ ἔχειν μικρὰν κηλῖδα, οὔτε πονηρός τις οὕτως ἐστὶν, ὡς μὴ ἔχειν κἂν μικρὸν ἀγαθόν. Ἐπεὶ οὖν πάντων ἀντίδοσίς ἐστι, καὶ πάντων ἐστὶν ἀμοιβή· κἂν γὰρ φονεὺς ᾖ τις, κἂν πονηρός τις ᾖ, κἂν πλεονέκτης, ποιήσῃ δὲ καλὸν, μένει αὐτῷ τοῦ καλοῦ ἡ ἀνταπόδοσις, καὶ οὐ διὰ τὰ κακὰ, ἃ ἐποίησεν, ἄμισθον γίνεται τὸ καλόν. Καὶ πάλιν, κἂν μυρία τις ἐργάζηται ἀγαθὰ, ποιήσῃ δέ τι φαῦλον, μένει αὐτῷ τοῦ φαύλου ἡ ἀνταπόδοσις. Κάτεχε ταῦτα, τήρει αὐτὰ ὀχυρὰ καὶ ἀκίνητα. Οὔτε ἀγαθός τίς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακός τίς ἐστι χωρὶς δικαιοσύνης. Τὰ αὐτὰ γὰρ λέγω πάλιν, ἵνα ῥιζώσω, ἵνα φυτεύσω, ἵνα εἰς βάθος θήσω. Ἐμβάλλει γάρ τινας μερίμνας ὁ διάβολος εἰς τὴν ψυχὴν, βουλόμενος ἀποβουκολῆσαι ὑμῶν τὴν διάνοιαν, καὶ λυμήνασθαι τὰ παρ' ἐμοῦ λεγόμενα· διὰ τοῦτο εἰς βάθος αὐτὰ καταφέρω. Ἐὰν γὰρ ὧδε τηρήσῃς ἀσφαλῶς, κἂν ἔξω ἀπέλθῃς, ἀπολέσαι αὐτὰ οὐ δύνασαι. Ὥσπερ γὰρ, ἐὰν βάλω χρυσίον εἰς βαλάντιον, σφίγγω καὶ σφραγίζομαι, ἵνα καὶ ἐμοῦ ἀπόντος ὁ λῃστὴς μὴ λάβῃ, οὕτω καὶ ἐπὶ τῆς ὑμετέρας ἀγάπης ποιῶ· τῇ συνεχείᾳ τῆς διδασκαλίας σφίγγω καὶ σφραγῖδας ἐπιτίθημι, καὶ ἀσφαλίζομαι ὑμῶν τὴν γνώμην, ἵνα μὴ γένηται ἐξίτηλος τῇ ῥᾳθυμίᾳ, ἀλλ' ἵνα τηρήσας μᾶλλον, τῇ ἐνταῦθα γαλήνῃ τὸν ἔξω θόρυβον ἀποκρούσωμαι. Οὐ τοίνυν ταῦτα πολυλογίας τὰ λεγόμενα, ἀλλ' ἐπιμελείας καὶ φιλοστοργίας καὶ πόθου τοῦ διδασκάλου, ἵνα μὴ ἀποῤῥυῇ τὰ λεγόμενα. Ταῦτα γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· διδάξαι βούλομαι, οὐχ ἁπλῶς ἐπιδείξασθαι. Οὐκ ἔστιν οὖν τις δίκαιος, ὃς οὐκ ἔχει ἁμαρτίαν· καὶ οὐκ ἔστι τις ἁμαρτωλὸς ὃς οὐκ ἔχει ἀγαθόν· ἀλλ' ἐπειδὴ ἑκάστων ἐστὶν ἀντίδοσις, βλέπε τί γίνεται· Ὁ ἁμαρτωλὸς ἀπολαμβάνει τῶν ἀγαθῶν αὐτοῦ ἰσόῤῥοπον τὴν ἀντίδοσιν, ἐάν τι ἔχῃ κἂν μικρὸν ἀγαθόν· καὶ ὁ δίκαιος ἀπολαμβάνει τῆς ἁμαρτίας αὐτοῦ τὴν ἰσόῤῥοπον κρίσιν, κἂν μικρόν τι ποιήσῃ κακόν. Τί οὖν γίνεται, 48.1043 καὶ τί ποιεῖ ὁ Θεός; Ἀφώρισε νόσον τῇ ἁμαρτίᾳ, τὸν παρόντα βίον καὶ τὸν μέλλοντα αἰῶνα. Ἐὰν οὖν ᾖ τις δίκαιος, καὶ ἐργάσηταί τι φαῦλον, καὶ νοσήσῃ ὧδε, καὶ τιμωρίᾳ παραδοθῇ, μὴ θορυβηθῇς, ἀλλ'