1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

63

ἀπώλειαν ἀπάγουσαν. Οἱ γὰρ ἐπὶ τὰς ἱπποδρομίας ἀναβαίνειν σπεύδοντες, καὶ τὰς ἄλλας τὰς σατανικὰς θεωρίας, καὶ τῆς σωφροσύνης ἀμελοῦντες, καὶ τῆς ἀρετῆς οὐδένα λόγον ποιούμενοι, καὶ ἀσελγαίνειν βουλόμενοι, καὶ οἱ τῇ τρυφῇ καὶ τῇ γαστριμαργίᾳ ἑαυτοὺς ἐκδιδόντες, καὶ περὶ τὴν τῶν χρημάτων μανίαν καὶ λύτταν καθ' ἑκάστην ἡμέραν δαπανώμενοι, καὶ πρὸς τὰ τοῦ παρόντος βίου πράγματα κεχηνότες, διὰ τῆς πλατείας πύλης βαδίζουσι καὶ εὐρυχώρου ὁδοῦ· ἀλλ' ἐπειδὰν ἐπὶ πολὺ προέλθωσι, καὶ πολλὰ τῶν ἁμαρτημάτων ἑαυτοῖς τὰ φορτία συνάξωσι, καταδαπανώμενοι, ἐλθόντες εἰς τὸ τῆς ὁδοῦ τέλος, οὐκέτι περαιτέρω προελθεῖν δύνανται, τῆς στενότητος τῆς ὁδοῦ πιεζούσης αὐτοὺς, διὰ τὸ μὴ δύνασθαι τῷ ὄγκῳ τῷ ἁμαρτημάτων βαρυνομένους ταύτην διελθεῖν· διὸ ἀνάγκη εἰς αὐτὸν τῆς ἀπωλείας τὸν κρημνὸν αὐτοὺς καταστρέψαι. Ποῖον οὖν ὄφελος, εἰπέ 48.1048 μοι, πρὸς ὀλίγον τὴν εὐρύχωρον βαδίσαντας, ἐν διηνεκεῖ ἀπωλείᾳ γενέσθαι, καὶ ὄναρ, ὡς εἰπεῖν, τρυφήσαντας, ἐν ἀληθείᾳ κολάζεσθαι; Ὅπερ γάρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν. Μὴ γὰρ, ἵνα ἁπλῶς ἀναγινώσκωμεν, ταῦτα γέγραπται; ∆ιὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν. ∆ιὰ τοῦτο καὶ τότε κατάλληλα τοῖς τραύμασιν αὐτῶν τὰ φάρμακα ἐπιτιθεὶς ὁ ∆εσπότης ἡμῶν Χριστὸς ἔλεγε παραινῶν· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης. Στενὴν δὲ αὐτὴν ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει στενὴ τυγχάνει, ἀλλ' ἐπειδὴ ἡ γνώμη ἡ ἡμετέρα πρὸς ῥᾳθυμίαν μᾶλλον ῥέπουσα, στενὴν αὐτὴν εἶναι νομίζει. Οὐδὲ γὰρ ἵνα ἀποστρέψῃ ἡμᾶς, διὰ τοῦτο στενὴν αὐτὴν ὠνόμασεν, ἀλλ' ἵνα τὸ πλάτος τῆς ἑτέρας φυγόντες καὶ ἐκ τοῦ τέλους ἑκάστην καταμαθόντες, οὕτω ταύτην μᾶλλον ἑλώμεθα. γʹ. Ἀλλ' ἵνα πᾶσιν ὁ λόγος εὐσύνοπτος γένηται, φέρε, εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον τοὺς διὰ τῆς πλατείας πύλης εἰσελθόντας καὶ διὰ τῆς εὐρυχώρου βαδίσαντας, καὶ ἴδωμεν οἷον αὐτοὺς ἐδέξατο τέλος, καὶ τοὺς διὰ τῆς στενῆς πύλης εἰσελθόντας καὶ τεθλιμμένης ὁδοῦ, καὶ καταμάθωμεν καὶ τούτους οἷα ἐδέξαντο τὰ ἀγαθά. Ἕνα τοίνυν τῶν διὰ ταύτης τῆς πύλης εἰσελθόντων τῆς πλατείας, καὶ ἕνα τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδισάντων εἰς μέσον ὑμῖν προθέντες, δείξωμεν τῶν παρὰ τοῦ Κυρίου εἰρημένων τὴν ἀλήθειαν, αὐτῇ πάλιν τῇ τοῦ Κυρίου παραβολῇ χρησάμενοι. Τίς οὖν ἐστιν ὁ διὰ τῆς πλατείας πύλης εἰσελθὼν, καὶ τὴν εὐρύχωρον ὁδὸν βαδίσας; Πρότερον γὰρ προσήκει δεῖξαι τίς οὗτός ἐστι, καὶ πόσον μῆκος ὥδευσεν ὁδοῦ τῇ πλατείᾳ βαδίζων, καὶ τότε φανερὸν ὑμῖν ποιῆσαι, εἰς οἷον κατέστρεψε τέλος. Καὶ οἶδα μὲν, ὅτι συνετοὶ ὄντες ἤδη συνήκατε τὸ μέλλον ῥηθήσεσθαι· ἀλλ' ὅμως καὶ ἡμᾶς ἀναγκαῖον εἰπεῖν. Ἀναμνήσθητέ μοι τοῦ πλουσίου ἐκείνου, τοῦ καθ' ἑκάστην ἡμέραν τὴν πορφύραν καὶ τὰ βύσσινα ἐνδιδυσκομένου, καὶ λαμπρῶς ἑστιωμένου, καὶ παρασίτους καὶ κόλακας τρέφοντος, καὶ πολὺν τὸν ἄκρατον ἐγχεομένου, καὶ γαστριζομένου καθ' ἑκάστην ἡμέραν, καὶ τῇ τρυφῇ τῇ πολλῇ ἑαυτὸν ἐκδεδωκότος, καὶ διὰ τῆς πλατείας πύλης εἰσελθόντος, καὶ ἐν ἡδονῇ καὶ εὐθυμίᾳ βιωτικῇ διηνεκῶς τυγχάνοντος. Πάντα γὰρ αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, θεραπεία πολλὴ, τρυφὴ ἄφατος, σώματος ὑγεία, χρημάτων περιουσία, τιμὴ παρὰ τῶν πολλῶν, αἱ παρὰ τῶν κολάκων εὐφημίαι, καὶ οὐδὲν ἦν αὐτῷ τέως τὸ λυποῦν. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν τοσαύτῃ κραιπάλῃ καὶ ἀδηφαγίᾳ διημερεύων, οὐ μόνον ὑγείας ἀπήλαυσε σωματικῆς καὶ ἀδείας πάσης, ἀλλὰ καὶ τὸν πένητα Λάζαρον ἐπὶ τοῦ πυλῶνος κατακείμενον καὶ ἡλκωμένον καὶ ὑπὸ τῶν κυνῶν κυκλούμενον καὶ διαλειχόμενον καὶ λιμῷ τηκόμενον ἀνηλεῶς παρέτρεχεν, οὐδὲ ψιχίων αὐτῷ μεταδιδούς. Καὶ ὁ μὲν διὰ τῆς πύλης τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ὁδὸν ἐβάδιζε, τὴν τῆς τρυφῆς, τὴν τῆς ἀκολασίας, τὴν τοῦ γέλωτος, τὴν τῆς ἀνέσεως, τὴν τῆς γαστριμαργίας, τὴν τῆς μέθης, τῆς τῶν χρημάτων περιβολῆς,