1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

64

τῆς ἐν τῇ ἐσθῆτι βλακείας. 48.1049 Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι' εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν. Οὐδαμοῦ σκόπελοι, οὐδαμοῦ κρημνοὶ, οὐδαμοῦ ὕφαλοι σπιλάδες, οὐδαμοῦ ναυάγιον, οὐδαμοῦ ἀνώμαλος μεταβολὴ, ἀλλὰ διηνεκῶς στερεὰν καὶ ἰσόπεδον ὁδεύων, οὕτω τὸν παρόντα βίον διέδραμε, καθ' ἑκάστην τὴν ἡμέραν ὑπὸ τῶν κυμάτων τῆς κακίας καταποντιζόμενος, καὶ οὐ λαμβάνων αἴσθησιν· καθ' ἑκάστην ἡμέραν σπαραττόμενος ὑπὸ τῶν ἀτόπων ἐπιθυμιῶν, καὶ μᾶλλον ἡδόμενος· διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων. Ἡ γὰρ ἐν πᾶσι τοῖς βιωτικοῖς εὐημερία καταβαπτίσασα αὐτοῦ τὸν λογισμὸν, ἐτύφλωσε τὸ ὄμμα τῆς διανοίας, καὶ καθάπερ πεπηρωμένος λοιπὸν τὰς ὄψεις, οὕτως ἐβάδιζεν, οὐκ εἰδὼς ποῦ φέρεται· τάχα δὲ οὐδὲ ἔννοιαν ἐλάμβανε τῆς ἀνθρωπίνης φύσεως, ὁρῶν ἑαυτὸν οὐδεμίαν δυσκολίαν ὑπομένοντα. Οὐδὲ γὰρ ἐτρύφα μόνον, ἀλλὰ καὶ ἐπλούτει· οὐδὲ ἐπλούτει μόνον, ἀλλὰ καὶ ὑγείας σώματος ἀπήλαυεν· οὐδὲ ὑγείας σώματος ἀπήλαυε μόνον, ἀλλὰ καὶ θεραπείας, καὶ οὐ θεραπείας μόνον πολλῆς, ἀλλὰ καὶ ἐπιῤῥέοντα ὥσπερ ἐκ πηγῶν αὐτῷ πάντα ὁρῶν, ἐν ἡδονῇ διῆγε διηνεκεῖ. Εἴδετε, ἀγαπητοὶ, τὸν διὰ τῆς πλατείας πύλης εἰσελθόντα, καὶ τὴν εὐρύχωρον ὁδὸν δι' ὅλου βαδίσαντα, ὅσης ἀνέσεως ἀπήλαυεν; Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων πρὸ τοῦ τέλους μακαρίσαι αὐτὸν ἀνάσχηται, ἀλλὰ ἀναμεινάτω τῶν πραγμάτων τὸ τέλος, καὶ τότε οἴσει τὴν ψῆφον. Εἰ δοκεῖ τοίνυν, καὶ τὸν διὰ τῆς στενῆς πύλης εἰσελθόντα, καὶ τὴν τεθλιμμένην ὁδὸν ὁδεύσαντα παραγάγωμεν εἰς μέσον, καὶ οὕτω τὸ τέλος ἀμφοτέρων θεασάμενοι, τὴν προσήκουσαν περὶ ἑκάστου ψῆφον οἴσομεν. Τίνα δὲ ἄλλον ἔχομεν νῦν παραγαγεῖν, ἢ τὸν Λάζαρον, τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ πλουσίου κατακείμενον, καὶ ὑπὸ τῶν ἑλκῶν ἐκείνων πολιορκούμενον, καὶ ὁρῶντα τὰς γλώσσας τῶν κυνῶν ψαυούσας αὐτοῦ τῶν τραυμάτων, καὶ μηδὲ ἀπελάσαι τούτους ἰσχύοντα; Καθάπερ γὰρ ἐκεῖνος διὰ τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ἐβάδιζεν· οὕτω δὴ καὶ ὁ μακάριος οὗτος (μακάριον γὰρ αὐτὸν ἤδη καλῶ διὰ τῆς στενῆς εἰσελθεῖν ἑλόμενον) εἰσῆλθε διὰ τῆς στενῆς πύλης τῆς ἀπεναντίας ἐκείνης πάντα ἐχούσης. Καθάπερ ἐκεῖνος διηνεκῶς ἐτρύφα, οὕτω καὶ οὗτος λιμῷ παλαίων διετέλει. Καὶ ἐκεῖνος μὲν μετὰ τῆς τρυφῆς καὶ ὑγείας σώματος ἀπήλαυε καὶ χρημάτων περιουσίας, καὶ ἐν γαστριμαργίᾳ καὶ μέθῃ διημερεύων κατεδαπανᾶτο· οὗτος δὲ μετὰ τοῦ λιμοῦ καὶ ἐσχάτῃ πενίᾳ περιβεβλημένος καὶ νόσῳ διηνεκεῖ καὶ ἕλκεσιν ἀφορήτοις, οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ τῶν ψιχίων ἐπεθύμει τῶν ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδὲ τούτων ἠξίωτο. Εἶδες πῶς διὰ τῆς στενῆς πύλης οὗτος εἰσελθὼν, τὴν τεθλιμμένην ὁδὸν διηνεκῶς ἐβάδιζεν; εἶδες πῶς 48.1050 ἐκεῖνος διὰ τῆς πλατείας πύλης καὶ τῆς εὐρυχώρου ὁδοῦ ἐπορεύετο; Ἀλλ' ἴδωμεν λοιπὸν ἑκατέρων τὸ τέλος, καὶ πῶς μὲν ἐκεῖνος εἰς στενὸν κατέστρεψε τέλος, πῶς δὲ οὗτος εἰς πλατὺ καὶ πολλῆς ἀνέσεως γέμον· ἵνα ταῦτα μαθόντες ἀκριβῶς, μὴ τὴν εὐρύχωρον ἐκ παντὸς τρόπου διώκωμεν ὁδὸν, μηδὲ διὰ τῆς πλατείας πύλης εἰσέρχεσθαι σπουδάζωμεν, ἀλλὰ τὴν στενὴν πύλην μεταδιώκωμεν, καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζωμεν, ἵνα εἰς χρηστὸν καὶ ἀνέσεω, γέμον τέλος καταντῆσαι δυνηθῶμεν. Ἐπειδὴ γὰρ τὸ τέλος τῆς ἑκάστου ζωῆς ἔφθασεν, ὅρα τί φησι περὶ τοῦ τὴν τεθλιμμένην ὁδεύοντος πρότερον. Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Τάχα οἱ ἄγγελοι ἀπῆγον αὐτὸν προηγούμενοι