1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

68

ἐκείνην καὶ τὴν μέθην, τὸν δὲ ἐν τοῖς κόλποις τοῦ πατριάρχου μετὰ τὴν πενίαν ἐκείνην τὴν ἐσχάτην καὶ τὸν λιμόν. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὸν λόγον, ἀρκεῖ μέχρι τούτου συστεῖλαι τὴν διδασκαλίαν, καὶ παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην, μὴ τὴν πλατεῖαν μεταδιώκειν πύλην, μηδὲ τὴν εὐρύχωρον ὁδὸν, μηδὲ τὴν ἄνεσιν ἐκ παντὸς τρόπου ζητεῖν, ἀλλὰ τὸ τέλος ἑκατέρας ἐννοοῦντας, ταύτην μὲν φεύγειν, λογιζομένους τὰ κατειληφότα τὸν πλούσιον τοῦτον, τὴν δὲ στενὴν πύλην μεταδιώκειν καὶ τὴν τεθλιμμένην ὁδὸν, ἵνα εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὴν ἐνθάδε θλῖψιν καταντῆσαι δυνηθῶμεν. Φεύγετε τοίνυν, παρακαλῶ, τὰς σατανικὰς θεωρίας, καὶ τὴν ἐπιβλαβῆ τῶν ἱπποδρομιῶν θέαν. ∆ιὰ γὰρ τοὺς ὑποσυρέντας καὶ πρὸς τὴν εὐρύχωρον ὁδὸν βαδίσαντας, ταῦτα εἰπεῖν προήχθημεν, ἵνα μαθόντες, ἐκείνην μὲν καταλίπωσι, τὴν δὲ τεθλιμμένην ὁδεύσαντες, τὴν τῆς ἀρετῆς λέγω, τῶν κόλπων τοῦ πατριάρχου ὁμοίως τῷ Λαζάρῳ ἀξιωθῶσι, καὶ τῆς γεέννης τοῦ πυρὸς κοινῇ πάντες ἐλευθερωθέντες, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπολαύσωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.