1

 2

 3

 4

3

γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου, καὶ τότε ἐκεῖνα ὅρα. Κάτασχε αὐτὸν καὶ περίστησον, μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον τῶν λογισμῶν, ἀλλὰ κάτασχε καὶ ἀπόπνιξον, μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι. Μὴ δώσῃς αὐτῷ διαστολὴν, καὶ διαφύγῃ ὡς βούλεται. Ἐκεῖθεν γὰρ θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἀπάγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ πάντοθεν τειχίον τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται. Εἰπὲ, Πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου; Οὐκ ἀφίσταμαί σου, οὐδὲ ἀναχωρῶ. Ἀλλ' οὐκ ἂν ἔχοι τὸν τρόπον ἡμῖν εἰπεῖν, κἂν μυρία φιλονεικῇ. Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξῃ λοιπόν; Μόνῃ τῇ πίστει τὰ τοιαῦτα παράδεκτα. Εἰ δὲ οὐκ ἂν ἔχοις, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς Νικόδημον ὁ Χριστός φησιν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, 56.260 ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύετε; Περὶ τῆς ἐκ Παρθένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὴν οὐράνιον περιεργάζῃ; Καὶ εἴθε μὲν τὸν οὐρανὸν μόνον, ἀλλὰ καὶ τὸν ∆εσπότην τῶν οὐρανῶν πολυπραγμονεῖς. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ' Οὐ πιστεύετε· δεικνὺς ἡμῖν, ὅτι εἰ καὶ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τοκετοῦ διελέγετο πολὺ ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς· ἀλλὰ δῆλον ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ' ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν πῶς ἀναγεννώμεθα ἐκ τῶν ὑδάτων οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι χρὴ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν εἴη μανίας ἐπὶ τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν; Πῶς ἀπάτωρ καὶ ἀμήτωρ ὁ Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος. γʹ. Ἀλλ' ἐπειδὴ πολλοὶ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ γεγραμμένα, καὶ μείζονα τοῦ Χριστοῦ αὐτὸν εἶναι εἰρήκασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται Μελχισεδεκιταὶ, καὶ φιλονεικοῦσιν ἡμῖν, δεῖξαι βουλόμενοι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ, προφέροντες τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· δεῖ καὶ πρὸς αὐτοὺς ἀπαντῆσαι. Φασὶ γάρ· Πῶς οὐκ ἂν εἴη Χριστοῦ μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει Χριστός; Ἡμεῖς οὖν λέγομεν αὐτὸν ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ οὔτε μείζονα τοῦ Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ· Μείζων γὰρ αὐτοῦ, φησὶν ὁ Χριστὸς, ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἄλλοι δὲ πάλιν πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἡμεῖς οὐδὲ τοῦτό φαμεν. Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι, ἤδη πάλαι τοῦ Πνεύματος ἀνθρώπου γεγονότος; Ὅτι δὲ οὐκ ἔστιν μείζων Χριστοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν· ἆρα οὐρανίου; ἆρα ἐπιγείου; ἢ καταχθονίου; Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας. Λέγει γὰρ ὁ Ἀπόστολος, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ τὰ ἑξῆς. Εἰ οὖν πᾶν γόνυ κάμπτει, ὁ Μελχισεδὲκ ἐλάττων ἂν εἴη τοῦ Χριστοῦ· προσκυνεῖ γὰρ τῷ προσκυνουμένῳ Χριστῷ. Εἰ δὲ οἱ ἄθλιοι καὶ τάλανες, καὶ τὸ ἑξῆς εἰρημένον σκοπήσωσιν· ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ· οὕτω δεῖ νοεῖν, ὅτι ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα Θεοῦ γεγόναμεν καὶ ὁμοίωσιν, οὕτω καὶ αὐτός. Ἰουδαῖοι μὲν γὰρ αὐτὸν λέγουσιν ἐκ πορνείας γεννηθέντα, καὶ διὰ τοῦτο ἀγενεαλόγητον γενέσθαι· πρὸς οὓς ἐροῦμεν, ὅτι Κακῶς φατε. Καὶ γὰρ καὶ Σολομὼν ἐκ