1

 2

 3

 4

2

πορνικοῖς ᾄσμασι συνελκύσασα καταστρέφει. Ἡ δὲ γεῦσις ἀδηφαγίᾳ καὶ οἴνῳ πολλῷ ἐμφορηθεῖσα πρὸς μέθην καὶ κοίτας τὴν ψυχὴν καταφθείρει. Ἡ δὲ ὄσφρησις τοῖς περιέργοις μυρίσμασι τῶν νέων ἀποδεθεῖσα, καὶ τὴν ψυχὴν μεθ' ἑαυτῆς συναπέδησεν. Οὕτως οὖν ὡς παρθένος τις ἡ ψυχὴ ὑπὸ ἀφρόνων θεραπαινίδων, τῶν αἰσθήσεων, ἁλίσκεται πρὸς τὴν τῆς ἀκολασίας ἁμαρτίαν προδιδομένη. Ἡ γὰρ ἁμαρτία πάσας τὰς αἰσθήσεις καρώσασα, δίκην κλέπτου λαθραίως εἰς τὸ ταμιεῖον τῆς καρδίας ἐπεισέρχεται· εἶτα εἰσελθοῦσα ὅλην αὐτὴν γυμνοῖ τὴν ἐνθήκην τῆς σωφροσύνης ἀποσυλήσασα. Ἠσφαλίζετο γοῦν ἡ μακαρία ἐκείνη τὸ βλέμμα, τὸ σχῆμα, τὸ βῆμα, τὴν ἀκοὴν, τὴν ὅρασιν, τὴν ὄσφρησιν, τὴν γεῦσιν, τὴν ἁφήν· καὶ ἦν ἀληθῶς, κατὰ τὴν σοφίαν τὴν λέγουσαν, Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ὥσπερ γὰρ κῆπος, μηδενὸς αὐτὸν συλαγωγῆσαι δυναμένου, ἐτύγχανεν ἡ μακαρία, πηγάζουσα τὰ τῆς σωφροσύνης ἀρώματα, καὶ ὥσπερ πηγὴ ἦν τῇ πίστει ἐσφραγισμένη, ἐξ ἧς οὐδεὶς τῶν ἀτάκτων τὸ τῆς σωφροσύνης κάλλος ἀντλῆσαι ἠδύνατο.

Ταύτης ἐν ἐπιθυμίᾳ γεγόνασι δύο πρεσβύτεροι τοῦ λαοῦ, οἱ δοκοῦντες κυβερνᾷν τὸ ποίμνιον, καὶ ἕκαστος αὐτῶν φλογὶ τῆς ἐπιθυμίας καιόμενος, θάτερος θατέρῳ τὸ ἔγκρυφον τῆς καρδίας πῦρ φανερῶσαι ᾐσχύνετο. Καὶ ἐν μιᾷ τῶν ἡμερῶν ἑκάτερος αὐτῶν λάθρα τοῦ ἑταίρου αὐτοῦ ἀπῄει κατασκοπεῦσαι τὴν Σουσάνναν· καὶ εὑρηκότες ἀλλήλους, καὶ ἀνετάσαντες ὡμολόγησαν ἀλλήλοις δι' ἣν παρῆσαν αἰτίαν· τότε κοινωνίαν θέμενοι ἐν τῇ τῆς ἁμαρτίας πράξει, τῆς κακίας ἐποιοῦντο ἔρευναν ἐκμελῆ, καὶ παρετήρουν καιρὸν, ὅπως αὐτῆς κατατύχωσι μόνης. Συνέβη οὖν ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τὴν Σουσάνναν εἰσελθεῖν εἰς τὸν παράδεισον τοῦ ἀνδρὸς, λούσασθαι κατὰ τὸ καῦμα· καὶ ἐξαποστειλάσης αὐτῆς τὰς παιδίσκας ἐπὶ τὸ κομίσαι σμῆγμα, ἐπιδραμόντες αὐτῇ ἄφνω οἱ πρεσβύτεροι ὥσπερ λύκοι ἀμνάδα κατεῖχον, τῷ οἴστρῳ τῆς ἀκολασίας σπαράξαι βουλόμενοι· καὶ ἦν μόνη Σουσάννα ἀνὰ μέσον τῶν δύο λεόντων, καὶ οὐδεὶς ὁ βοηθῶν, οὐ παιδίσκη, οὐ δοῦλος, οὐ συγγενὴς, οὐ φίλος, οὐ γείτων, εἰ μὴ μόνος οὐρανόθεν προσεῖχε Θεὸς ὁ κωλύειν μὲν δυνάμενος, συγχωρῶν δὲ γίνεσθαι τὴν πάλην ἵνα κρυπτομένας γνώμας ἐλέγξῃ, καὶ τῆς μὲν Σουσάννης τὴν σωφροσύνην, τῶν δὲ πρεσβυτέρων τὴν ἀκολασίαν δημοσιεύσῃ, ὁμοῦ δὲ ταῖς γυναιξὶ παιδευτήριον μέγιστον τὴν Σουσάννης ἐνάρετον ἄθλησιν ἐπιδείξῃ. Μεγάλη ἦν μάχη, σφοδρὸς ἀγὼν τῇ Σουσάννῃ ἀπέκειτο, μείζων τοῦ Ἰωσήφ. Ἐκεῖνος μὲν γὰρ ἀνὴρ ὢν μετὰ μιᾶς ἐμάχετο γυναικός· αὕτη δὲ γυνὴ οὖσα μετὰ δύο ἀνδρῶν ἐπάλαιεν. Θέατρον ἦν μέγιστον καὶ τερπνὸν, γυνὴ μετὰ δύο ἀνδρῶν ἐπύκτευεν· καὶ τὸ θαυμαστὸν, ἐὰν ἀκούσητε ποῦ τὸ σκάμμα ἠνέῳκτο· ἐν παραδείσῳ, ὅπου ὁ ὄφις τὴν Εὔαν ἠπάτησεν. Ὡς οὖν ἕτοιμος γέγονεν ἡ πάλη, ἠνοίχθησαν οἱ οὐρανοὶ, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγὼν ἕτοιμος, ὁ ἀγωνοθέτης οὐρανόθεν προσεῖχε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει· ὁ ὄφις ἐν τοῖς παρανόμοις, ἡ δὲ πίστις ἐν τῇ σώφρονι. Πολλὴ ἦν φροντὶς ἀμφοτέροις περὶ τῆς νίκης· τοῖς μὲν πρεσβυτέροις τὸ μὴ ὑπὸ γυναικὸς ἡττηθῆναι, τῇ δὲ Σουσάννῃ τὸ μὴ ἀπολέσαι τὴν σωφροσύνην· ἐκείνοις τὰ ὀψώνια τῆς νίκης οἱ δαίμονες ἡτοίμαζον, τῇ δὲ Σουσάννῃ τὰ ἔπαθλα τῆς σωφροσύνης ἡτοίμαζον ἄγγελοι. Κατέχουσι τὴν Σουσάν 56.592 ναν οἱ παράνομοι· καὶ πρῶτον μὲν διὰ λόγων ἐπάλαιον αὐτῇ· τί λέγοντες; Πρεσβύτεροί ἐσμεν τοῦ λαοῦ, ἡμῖν νόμος πεπίστευται, τοῦ λύειν καὶ δεσμεῖν ἐξουσίαν εἰλήφαμεν.

Οὐδείς ἐστιν ἐνθάδε κατάσκοπος· Γενοῦ μεθ' ἡμῶν· ἐν ἐπιθυμίᾳ σου γάρ ἐσμεν. Ἐὰν δὲ μὴ βουληθῇς, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἀπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. Καὶ ὅρα πόσα ἦν τὰ συνέχοντα τὴν Σουσάνναν· συκοφαντία ἀκολασίας, φόβος θανάτου, κατάγνωσις ἐπὶ τοσούτου λαοῦ, μῖσος ἀνδρὸς, μῖσος συγγενῶν, πένθος οἰκετῶν, καὶ ἁπαξαπλῶς παντὸς τοῦ οἴκου