1

 2

 3

 4

3

κατάκλυσις. Ἀλλ' οὐδὲν τούτων τὸν λογισμὸν νικῆσαι ἴσχυσε τῆς σώφρονος· ἡ γὰρ ἐλπὶς τῆς καρδίας αὐτῆς ἦν εἰς Θεόν. Στενάζουσα γοῦν ἔλεγε· Στενά μοι πάντοθεν· ἐάν τε γὰρ πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. Αἱρετόν μοί ἐστι μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου. Οἴμοι, οὓς ἐδόκουν εἶναι ποιμένας, λύκους ὁρῶ· οὓς ἐδόκουν εἶναι τῶν χειμαζομένων λιμένας, οὗτοι ναυάγιον γεγόνασιν. Οὐ μιανεῖτέ μου τὴν σωφροσύνην· οὐ καταισχύνω μου τοὺς γονεῖς· οὐκ ἀτιμάζω μου τὴν συγγένειαν· οὐ λυπῶ μου τὸν ἄνδρα· οὐ λύω μου τὴν πρὸς αὐτὸν συζυγίαν ἐκ τῆς πρὸς ὑμᾶς ἀτάκτου ὁμιλίας· αἱροῦμαι θάνατον ἄνομον ἤπερ θάλαμον ἄτακτον. Ἐμοὶ δὲ καὶ πάρεστιν ὁ ἀνὴρ, οὐ τῇ τοῦ σώματος παρουσίᾳ, ἀλλὰ τῇ τῆς ψυχῆς διαθέσει, καὶ τοὺς τῶν γονέων μου χαρακτῆρας μεθ' ἑαυτῆς περιφέρω. Φοβήθητε τὸν ὁρῶντα Θεόν· αἰσχύνθητε τοὺς παρόντας ἀγγέλους· νοήσατε ὅ ἐστε· γνῶτε ὃν ἀναγινώσκετε νόμον τὸν λέγοντα· Οὐκ ἐπιθυμήσῃ τὴν γυναῖκα τοῦ πλησίον σου.

Ταῦτα εἰρηκυῖα ἀνεβόησε, μάρτυρας τῆς ἀταξίας αὐτῶν συγκαλοῦσα· ἀνεβόησαν δὲ καὶ οἱ δύο πρεσβύτεροι· εἰσέδραμον οἱ τῆς Σουσάννης δοῦλοι, καὶ παιδίσκαι· ὁρῶσι μετ' αὐτῆς τοὺς δύο πρεσβυτέρους. Ἡνίκα δὲ εἶπον οἱ πρεσβύτεροι τοὺς λόγους κατὰ Σουσάννης, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σουσάννης ποτέ. Ἐγένετο δὲ τῇ ἐπαύριον συνέδριον μέγιστον· ἔτι γὰρ ἡ κρίσιμος πάλη, ἡ περὶ στεφάνου νίκη. Συνήχθη πᾶς ὁ λαὸς ἀνδρῶν, γυναικῶν, νηπίων· πάλιν συνηθροίσθη τὸ θέατρον· οἱ κάτω ἄνθρωποι οὐκ ᾔδεισαν τί ἐθεώρουν· οἱ δὲ ἐν οὐρανῷ ἄγγελοι ἐπεγίνωσκον τὸ πρᾶγμα. Ἦλθον οἱ πρεσβύτεροι γέμοντες τῆς ἀνομίας· καλοῦσι τὴν Σουσάνναν, ὡς μὲν ἐκεῖνοι ἐνόμιζον, πρὸς αἰσχύνην καὶ θάνατον· ὡς δὲ τῷ δικαίῳ κριτῇ προώριστο, πρὸς ζωὴν καὶ δόξαν αἰώνιον. Καί φασι πρὸς τὸν λαόν· Ἀποστείλατε πρὸς Σουσάνναν θυγατέρα Χελκίου· οἱ δὲ ἀπέστειλαν. Ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἦλθεν ἡ Σουσάννα ὡς θανεῖν ὀφείλουσα διὰ σωφροσύνην, μετὰ πολλῆς εὐλαβείας στενάζουσα, θλιβομένη, οὐχ ὅτι ἤμελλεν ἀποθνήσκειν, ἀλλ' ὅτι ὄνομα κακὸν κατελίμπανε τοῖς γονεῦσιν, ὅτι ἤμελλεν ὀνειδισμὸν τῷ γένει καταλιπεῖν· οὐδένα γὰρ εἶχε μάρτυρα τοῦ γεγονότος πράγματος ἐν τῷ παραδείσῳ. Πολλοὶ ἦσαν οἱ δακρύοντες ὑπὲρ αὐτῆς, οἱ φίλοι, οἱ συγγενεῖς, οἱ γονεῖς, οἱ γείτονες· ὁ ἀνὴρ ἐπένθει, ὁ οἶκος αὐτῆς ἐθρήνει· κἀκείνη αὐτὴ κατώδυνος, σκυθρωπὴ, δακρύουσα, θλιβομένη, ἐν πολλῇ ταπεινότητι καρδίας ἵσταται ἐν τῷ μέσῳ. Πάνδημος ἦν ἡ θέα, Θεοῦ, ἀγγέλων, ἀνθρώπων.

Ἀνίστανται οἱ δύο πρεσβύτεροι, οἱ ἐν σχήματι ποιμένων λύκοι· ἐπιτιθέασιν αὐτῇ τὰς χεῖρας, καὶ ἐν αὐτοῖς ὁ συκοφάντης ὄφις ἐλάλει. Τί ἐλάλει; Περιπατούντων ἡμῶν χθὲς ἐν τῷ παραδείσω μόνων, εἰσῆλθεν αὕτη, καὶ ἀπέλυσε τὰς παιδίσκας αὐτῆς, καὶ ἦλθε πρὸς αὐτὴν ὁ νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ' αὐτῆς. Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, καὶ ἰδόντες τὴν ἀνομίαν γινομένην, ἐδράμομεν ἐπ' αὐτούς· κἀκείνου μὲν ἐγκρατεῖς οὐκ ἠδυνήθημεν γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι· ταύτης δὲ ἐπιλαβόμενοι ἠρωτῶμεν, τίς ἦν ὁ νεανίσκος, καὶ οὐκ ἠθέλησεν ἀπαγγεῖλαι ἡμῖν. Ταῦτα μαρτυροῦμεν. Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ, ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν. Καὶ ἀπήγετο ἡ Σουσάννα πρὸς θάνατον, καὶ οὐδεὶς ἦν ὁ ἐκδικητὴς τῆς ἀληθείας, καὶ μάρτυς, εἰ μὴ μόνος ὁ Θεός· καὶ συνεχώρει γενέσθαι τὸ γινόμενον, ἵν' ἀμφοτέρων τελεία δειχθῇ ἡ πρᾶξις, τῶν μὲν παρανόμων ἡ 56.593 τῆς ἀκολασίας κακία καὶ συκοφαντία, τῆς δὲ μακαρίας Σουσάννης ἡ ἕως θανάτου ἔνστασις τῆς σωφροσύνης.

Ὁρᾷς ἕως πότε ὁ Θεὸς ἐγκαταλιμπάνει; Ἐγκαταλιμπάνει δὲ ὡς χρυσὸν ἐν χωνευτηρίῳ δοκιμάζων ἐν τοῖς πειρασμοῖς τοὺς δικαίους· ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ