1

 2

 3

 4

4

πεποίηκεν. Ἀπήγετο ὁ Ἰσαὰκ εἰς ὁλοκάρπωσιν, τὸ θυσιαστήριον ᾠκοδόμητο, τὰ ξύλα ἐπετέθη, καὶ οὐδαμοῦ τὸ πρόβατον. Λαμβάνει τὴν μάχαιραν πατὴρ, καὶ οὐδαμοῦ πρόβατον· ὥρμησε τοῦ σφάξαι, καὶ τότε ὁ Θεὸς τῇ φωνῇ τὴν χεῖρα αὐτοῦ ἐχαλίνωσε. Ταῦτα δὲ εἶπον, ἵνα ἕκαστος ὑμῶν ὅταν πειράζηται, κἂν ἐγγὺς τοῦ θανάτου γένηται, μὴ ἀπελπίσῃ τὴν ἀπὸ τοῦ Θεοῦ ἀντίληψιν, ἀλλ' ἕως τέλους ἀπεκδέξηται. Ἀπήγετο γοῦν ἡ Σουσάννα θανεῖν· οὐδεὶς ἦν ὁ βοηθῶν. Ὅτε λοιπὸν εἶδε τὴν ἀνθρώπων ἀντίληψιν μὴ ὑπάρχουσαν, ἀνατρέχει τῇ διανοίᾳ πρὸς τὸν ἐν οὐρανῷ πιστὸν μάρτυρα, πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ λέγει μετὰ φωνῆς· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου καταμαρτυροῦσιν· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω μηδὲν πράξασα, ὧν οὗτοι κατ' ἐμοῦ ἐπονηρεύσαντο.

Καὶ εἰσήκουσεν αὐτῆς ὁ εἰρηκώς· Ἔτι σοῦ λαλοῦντος ἐγὼ πάρειμι. Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα παιδαρίου νεωτέρου, ᾧ ὄνομα ∆ανιήλ. Καὶ ἐβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς, καὶ εἶπε· Τίς ὁ λόγος οὗτος, ὃν λελάληκας; Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν ἔφη· Οὕτως μωροὶ υἱοὶ Ἰσραὴλ, οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς. Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς. Καὶ εἶπε ∆ανιήλ· ∆ιαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων. Καὶ ἐπερώτησε τὸν ἕνα, λέγων· Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις. Εἰπὲ οὖν μοι, ὑπὸ ποῖον δένδρον εἶδες αὐτοὺς ὁμι 56.594 λοῦντας ἀλλήλοις; Ὁ δὲ εἶπεν· Ὑπὸ σχοῖνον. Καὶ εἶπε ∆ανιήλ· Ὀρθῶς ἐψεύσω εἰς τὴν ἑαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ τὴν μάχαιραν ἔχων σχίσαι σε μέσον. Καὶ μεταστήσας τοῦτον, καλεῖ τὸν ἕτερον, καὶ λέγει· Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν διέστρεψε τὴν καρδίαν σου. Εἰπὲ τοίνυν, ὑπὸ ποῖον δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας; Ὁ δὲ εἶπεν· Ὑπὸ πρῖνον. Ὁ δὲ ∆ανιὴλ πρὸς αὐτόν· Ὀρθῶς καὶ σὺ ἐψεύσω εἰς τὴν σεαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ἔχων τὴν ῥομφαίαν πρῖσαι σε μέσον. Καὶ ἀνεβόησεν πᾶς ὁ λαὸς φωνῇ. μεγάλῃ λέγων· Εὐλογητὸς Κύριος ὁ σώζων πάντας τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Καὶ ἐσώθη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ αἷμα δίκαιον. Καὶ ἐπληρώθη τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον ἐκ προσώπου Σουσάννης·

Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου· αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, οἱ παράνομοι πρεσβύτεροι· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρα ῥομφαίας· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ἔχων τὴν ῥομφαίαν σπαράττειν αὐτούς· Μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ὁ ἀνὴρ τῆς Σουσάννης. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, τουτέστιν, ὁ πιστεύων αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα· τὰ τῶν παρανόμων πρεσβυτέρων ἄδικα στόματα.

Τότε μετεστρέφετο τὸ πένθος τῶν γονέων αὐτῆς εἰς χαράν· ὁ ἀνὴρ ἠγαλλιᾶτο δοξάζων τὸν Θεόν· οἱ συγγενεῖς ἔχαιρον· οἱ γείτονες εὐθύμουν· πᾶς ὁ οἶκος αὐτῆς εὐφραίνετο, καὶ ἁπαξαπλῶς πάνδημος ἦν ἑορτὴ Θεοῦ, ἀγγέλων, ἀνθρώπων. Εἶδες ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχήν; εἶδες γυναικὸς σωφροσύνην, ἧς ἡ μνήμη μένει ἀθάνατος μετὰ νίκης; Αὕτη παρὰ ἀνθρώπων ἐδοξάσθη, παρὰ ἀγγέλων ἐμεγαλύνθη, παρὰ Θεῷ ἐστεφανώθη· ταύτην ζηλώσατε, γυναῖκες, ἵνα τῆς αὐτῆς καὶ ὑμεῖς τιμῆς ἀξιωθῆτε παρὰ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.