1

 2

 3

 4

 5

 6

6

διδασκαλίαν ὁ λόγος ὑποτίθεται. Βούλεται γὰρ ἡμᾶς ἡμέρους εἶναι περὶ τοὺς ὑπευθύνους, ἀμνησικάκους περὶ τοὺς εἰς ἡμᾶς πλημμελοῦντας, καὶ τῇ περὶ τούτους συγγνώμῃ ἑαυτοῖς δωρεῖσθαι συγγνώμην, καὶ ἡμᾶς αὐτοὺς προεισφέρειν τῆς φιλανθρωπίας τὰ μέτρα. Τοσοῦτον γὰρ αἰτοῦμεν λαβεῖν, ὅσον τοῖς πλησίον παρέχομεν, καὶ τοσαύτης ἀξιοῦμεν συγγνώμης τυχεῖν, ὅσην τοῖς ὀφείλουσι δωρούμεθα. Πρὸς τούτοις ἐκελεύσθημεν λέγειν, Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Πολλὰ μὲν γὰρ ἡμῖν ἐκ διαβολικῆς ἐνεργείας προσγίνεται λυπηρὰ, πολλὰ δὲ καὶ ἐξ ἀνθρώπων, ἢ προφανῶς 51.48 ἐπηρεαζόντων, ἢ ἀφανῶς ἐπιβουλευόντων. Καὶ τὸ σῶμα ποτὲ μὲν ἐπανιστάμενον τῇ ψυχῇ, χαλεπὴν ἐργάζεται βλάβην· ποτὲ δὲ παντοδαποῖς ἀῤῥωστήμασι περιπῖπτον ὀδύνας ἡμῖν ἐπιφέρει καὶ ἀχθηδόνας. Ἐπειδὴ τοίνυν πολλὰ καὶ διάφορά ἐστι πολλαχόθεν προσπίπτοντα λυπηρὰ, ἐδιδάχθημεν παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτεῖν τὴν τούτων ἀπαλλαγήν. Αὐτοῦ γὰρ ἐπαμύνοντος, πᾶσα μὲν κατασβέννυται ζάλη, ὁ δὲ κλύδων εἰς γαλήνην μεθίσταται, καὶ ὑποχωρεῖ κατῃσχυμμένος ὁ πονηρὸς, καθάπερ ποτὲ τοὺς ἀνθρώπους καταλείπων κατὰ τῶν χοίρων ἐχώρησεν, οὐδὲ ἐκεῖνο ποιῆσαι τολμήσας δίχα τοῦ κελεύσαντος. Ὁ δὲ κατὰ χοίρων ἐξουσίαν οὐκ ἔχων, πῶς ἀνθρώπων ἐγρηγορότων καὶ νηφόντων, καὶ ὑπὸ Θεοῦ φυλαττομένων, καὶ βασιλέα οἰκεῖον ἡγουμένων αὐτὸν κρατῆσαι δυνήσεται; ∆ιὰ τοῦτο καὶ τῷ τέλει τῆς προσευχῆς, τοῦ Θεοῦ τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν ὑπέδειξεν, εἰπών· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ταῦτα γὰρ, φησὶν, αἰτῶ παρὰ σοῦ, ὅτι οἶδά σε βασιλέα πάντων, αἰώνιον κεκτημένον κράτος, καὶ πάντα δυνάμενον ὅσαπερ ἂν θέλῃς, καὶ δόξαν κεκτημένον ἀναφαίρετον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ τοσούτων ἡμᾶς ἀξιώσαντι ἀγαθῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.