1

 2

 3

 4

 5

 6

 7

3

συνεργούσης. Σφάξαι ἀνέρχῃ τὸν υἱόν σου, καὶ λέγεις, Ἀναστρέψομεν; Ὡς ζητεῖ κρύψαι τοὺς παῖδας, προφήτης καθίσταται. Καὶ ἔθηκε τὰ ξύλα ἐπὶ τοὺς ὤμους τοῦ Ἰσαὰκ, καὶ λαβὼν πῦρ καὶ μάχαιραν ἀνέβη ἐπὶ τὸ ὄρος. Καὶ τί φησιν ὁ Ἰσαὰκ πρὸς τὸν πατέρα; Πάτερ. Ὁ δὲ, τί ἐστι, τέκνον; Καί φησιν· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ δὲ πρὸς αὐτόν· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἰδοὺ καὶ δευτέρα προφητεία· οὐ στέγω οὔτε τὰ ῥήματα παρελθεῖν, οὔτε παραδραμεῖν τὰ γεγενημένα. Ἐννόησον ὀνόματα μέλλοντα πραγμάτων ἐρημοῦσθαι. Οὕτως ἐκεῖνος τὸν πατέρα καλεῖ, κἀκεῖνος πάλιν τὸν υἱὸν, καὶ πρὸς ὥραν μὲν ἦν τὰ ὀνόματα, ἤμελλον δὲ γυ 50.740 μνοῦσθαι. Ἐννόησον γὰρ, τί ἔπασχεν ὁ Ἀβραὰμ καλούμενος ὑπὸ τοῦ Ἰσαὰκ, ὃν ἤμελλε σφάττειν, πάτερ. Πῶς οὐ διεθρύβη τὰ γόνατα; πῶς οὐ συνεκλάσθη τὰ μέλη; πῶς τὴν διάνοιαν οὐκ ἔπαθε ταῦτα ἀκούσας παρὰ τοῦ υἱοῦ Ἰσαάκ; Ὅμως ἀνήνεγκε, καὶ συνεπόδισε τὸν Ἰσαὰκ, καὶ ἔλαβε τὴν μάχαιραν τῇ δεξιᾷ χειρὶ, ἵνα σφάξῃ τὸν υἱὸν αὐτοῦ. Ὢ τῆς δεξιᾶς ἐκείνης τῆς κατὰ τοῦ υἱοῦ ὁπλιζομένης· οὐκ ἔχω πῶς παραστήσω τῷ λόγῳ τὰ γεγενημένα. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἔπεσε τὸ ξίφος ἀπὸ τῆς χειρός; πῶς οὐ διελύθη ὅλος, καὶ διεθρύβη; πῶς δὲ ἤρκεσε στῆναι καὶ ἰδεῖν τὸν Ἰσαὰκ δεδεμένον; πῶς δὲ οὐκ ἔμεινε νεκρὸς ἄφνω; πῶς δὲ τὰ νεῦρα αὐτῷ ὑπηρέτησαν; πῶς δὲ ἡ γνώμη ἤρκεσεν, Οὐκ ἔχω, πῶς παραστήσω τῷ λόγῳ τὸ γεγενημένον. Ὅσοι πατέρες ἢ μητέρες, συνέλθετε, χεῖρα ὀρέξατε, βοηθήσατε τῷ λόγῳ· ἀτονῶ γὰρ πρὸς τὰ πράγματα· σύγγνωτε, ἀλλ' ὑμεῖς συμμαχήσατε. Πολλάκις πέντε ἢ καὶ ἓξ υἱοὺς ἔχει τις καὶ θυγατέρας· καὶ ἐπὰν εἷς ἐξ αὐτῶν ἀῤῥωστήσῃ, περιέρχεται ὅλην τὴν κλίνην ὁ πατὴρ, φιλῶν τοῦ παιδὸς τοὺς ὀφθαλμοὺς, τὰς χεῖρας περιπτυσσόμενος, τὴν ἡμέραν νύκτα λογιζόμενος, καὶ τὸ φῶς σκότος, οὐ τὰ στοιχεῖα μεταβάλλων, ἀλλὰ τῇ ἀηδίᾳ τῆς λύπης οὐκ εὐφραινόμενος ἐπ' αὐτοῖς· κλῖναι ἐστρωμέναι ἁπαλαὶ, ἰατροὶ παρακαθεζόμενοι, πολλὴ ἡ δορυφορία τοῦ ἀνωμαλοῦντος, τήκεται ὅλος δι' ὅλου ὁ πατήρ· κἂν περιουσίαν ἔχῃ χρημάτων, ἀπευκτέα αὐτῷ ἐστι, κἂν μυρίας ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης μεθύων· καὶ ὁ πᾶς αὐτῷ κόσμος ἀνίατος τοῦ κακοῦ. Ὁμοίως καὶ ἡ μήτηρ περιέρχεται διακοπτομένη, ἐμπυριζομένη, καὶ ἀναπτομένη ὅλη, ζητοῦσα δύναμιν, ἵνα συμμερίσηται τὸν πόνον· μᾶλλον δὲ ἵνα καὶ ὅλον ἀναδέξηται, ἵνα τὸ κακούμενον τέκνον ἀπαλλαγῇ τῆς νόσου. Οὐδὲν αὐτῇ ὁ παρὼν βίος, οὐδὲν αὐτῇ ὁ μέλλων, ἀλλὰ πάντων τούτων τιμιώτερον ἡγεῖται τὸ πᾶσαν ἀναδέξασθαι τὴν νόσον τοῦ τέκνου. Οὐκ ἔχω πῶς παραστήσω τὸ πάθος τοῦτο. Ἐννόησον καὶ τὸν Ἀβραὰμ τὰ αὐτὰ πάσχοντα μὲν, φιλοσοφοῦντα δὲ, καὶ τῷ προστάγματι πειθόμενον· κατεπάτει τὴν φύσιν, καὶ ἡ ἐντολὴ τῶν σπλάγχνων ἐγίνετο μᾶλλον δυνατωτέρα. Ἔπασχε μὲν γὰρ ταῦτα, ὡς προεῖπον, ὡς ἄνθρωπος, ἐφιλοσόφει δὲ ὡς φιλόθεος. Καὶ ἦν ἰδεῖν τὸν Ἰσαὰκ μάρτυρα ζῶντα καὶ οὐ ζῶντα, ἀποθανόντα καὶ οὐκ ἀποθανόντα. Ὅσον μὲν γὰρ τῇ προθέσει τοῦ πατρὸς, ἀπέθανεν· ὅσον δὲ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, οὐκ ἀπέθανε· τύπος γὰρ ἦν τοῦ ∆εσπότου καὶ εἰκών· ἐχρησίμευσε δὲ ὁ τύπος, καὶ ἐκδέχεται τὴν ἀλήθειαν. Εἶτα συμποδίζεται ὁ Ἰσαὰκ, καὶ οὐ σφαγιάζεται· ἦλθε γὰρ ἄνωθεν φωνὴ ἐλέου καὶ φιλανθρωπίας γέμουσα, καὶ ἐπέχει τὸν πατριάρχην ὅλον ἐγκείμενον ὄντα καὶ ἕτοιμον πρὸς τὴν σφαγὴν, καί φησιν· Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. ∆ιὰ τί οὐχὶ ἐπὶ τὸν παῖδα, ἀλλ' Ἐπὶ τὸ παιδάριον; διὰ τί εὐτελίζει; Ἄνθρωπος γὰρ ἦν· Υἱοῦ δὲ ἦν χρεία, οὐ παιδαρίου· οὐ δούλου, ἀλλ' Υἱοῦ ἀληθινοῦ μονογενοῦς, παρὰ Πατρὸς ἀπεσταλμένου πρὸς ἡμᾶς. Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Ἠρκέσθης τῷ τύπῳ, ἐκδέχου τὴν ἀλή 50.741 θειαν. Καὶ προφητεύει μὲν Ἀβραὰμ παραλογιζόμενος τοὺς παῖδας· ὁρᾷ δὲ ἀποβαίνουσαν ἐν τοῖς ῥηθεῖσι τὴν ἀλήθειαν· τί γάρ φησι; Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.