1

 2

 3

 4

 5

 6

 7

4

Εἶπεν οὐχ οὕτως ἔχων· ἀπέβαινε δὲ μᾶλλον ὡς ἔλεγεν, ἢ ὥσπερ ἐφρόνει. Τοὺς παῖδας δὲ καταλιμπάνει, ἵνα μὴ βιασθῇ θεομάχον βίαν· μὴ νομίσαντες πρεσβυτικόν τι πάθος ὑπομεμενηκέναι τὸν γέροντα, ἐπισχῶσιν αὐτοῦ τὴν πρὸς τὸ θῦσαι ὁρμὴν, εἰπόντες, τί ποιεῖς, ὦ δέσποτα; τὸν ἐξ ἐπαγγελίας θύεις, τὸν ἀγαπητὸν, τὸν θεοδώρητον, τὸν γηρώκομον, τὸν κληρονόμον, τὸν σὸν διάδοχον, τὸν Σάῤῥας υἱόν; τί ποιεῖς σκόπησον, ἀνακοίνωσαι τῇ συμβίῳ, τῇ κοινωνῷ τῆς γονῆς, τῇ ἐπ' αὐτῷ τὰς ὠδῖνας ὑπομεινάσῃ· ἡμᾶς σφαγίασον πρῶτον, καὶ οὕτως τὸν υἱόν. Ἀλλ' ὁ σοφὸς πρεσβύτης οὐ παραλαμβάνει τοὺς ὀφείλοντας ἐμποδίζειν αὐτὸν, ἀλλὰ ποιεῖ βαστάζειν τὸ θῦμα τὰ ξύλα, ἵνα τὸν τύπον ἔχῃ τοῦ τὸν σταυρὸν βαστάζοντος Σωτῆρος. Βαστάζων δὲ ὁ παῖς καὶ φθεγγόμενος, κινεῖ τὰ πατρῷα σπλάγχνα, ἀλλ' οὐκ ἐξίστησι τοῦ πρὸς Θεὸν πόθου. Τί γάρ φησι; Πάτερ. Ἐννόει δὲ οἵα ἦν ἡ φωνὴ, Πάτερ. Καὶ γὰρ καὶ ἡμεῖς ὅτε θύειν μέλλομεν ἢ ἀρνίον ἢ ἄλλο τι τῶν ζώων, καὶ εἴδομεν βληχώμενον, καὶ ἠρεμαίᾳ φωνῇ πρὸς ἡμᾶς φθεγγόμενον, ἐλεοῦμεν, οἰκτείρομεν ἄναρθρον προφέρον τὴν φωνήν. Ἐννόησον οὖν τοῦτο τὸ πρόβατον τί ἐποίησεν ἂν, εἰ πρὸς ἀσθενῆ διελέγετο· Πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; αὐτὸς δὲ ἦν κατὰ τὴν τοῦ πατρὸς γνώμην ὁ λαλῶν τὸ πρόβατον ἐρεθίζον τὸν ἱερέα εἰς εὐσπλαγχνίαν. Οὐκ ἐμαθήτευσε γὰρ Χριστῷ τῷ λέγοντι· Ὁ φιλῶν πατέρα ἢ μητέρα, ἢ υἱὸν ἢ θυγατέρα, ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ἐμιμεῖτο δὲ Πατέρα περὶ οὗ εἴρηται· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ποῦ ἐστι τὸ πρόβατον; νουνεχῶς ὁ παῖς. Τί οὖν ὁ πατήρ φησιν; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον· οὐκ οἰκέτην, ἀλλ' Υἱόν. Ἐκεῖνος μονογενὴς, καὶ ὁ Θεὸς μονογενής· ἐκεῖνος ἐπὶ τῶν ὤμων τὰ ξύλα, καὶ ὁ Χριστὸς ἐπὶ τῶν ὤμων τὸν σταυρόν· ἐκεῖνος μηδὲν ἁμαρτήσας ἤμελλε σφάζεσθαι, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ μηδὲν ἁμαρτήσας ἐσταυρώθη· ἐκεῖνος καὶ ἐσφάγη καὶ οὐκ ἐσφάγη, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς καὶ ἐσφάγη καὶ οὐκ ἐσφάγη, καὶ ἀπέθανε καὶ οὐκ ἀπέθανεν· ὅσον μὲν γὰρ εἰς προαίρεσιν, ἀπέθανεν, ὅσον δὲ εἰς ἔκβασιν πραγμάτων, οὐκ ἀπέθανεν ἐκεῖνος· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ τῇ σαρκὶ ἀπέθανεν, ἀλλ' ἡ θεότης ἀπαθὴς ἔμεινεν.

γʹ. Ἀεὶ γὰρ ὁ Θεὸς, ὅταν μέλλῃ πρᾶγμα μέγα διοικεῖν παρὰ τοῖς ἀνθρώποις, προλαμβάνει, καὶ τὴν σκιὰν αὐτοῦ προζωγραφεῖ, ἵνα ὅταν ἔλθῃ ἡ ἀλήθεια, μὴ ἀπιστήσωσι περὶ αὐτῆς, ἵνα, τῆς εἰκόνος προλαβούσης, μὴ ἀπιστήσωσι τῇ ἀληθείᾳ. Οἷόν τι λέγω· ἔμελλεν ἡ παναγία παρθένος γεννᾷν, καὶ ἄπιστον ἦν τὸ πρᾶγμα· πῶς παρθένος γεννήσει παρὰ τὸν νόμον τῆς φύσεως; τὸ γὰρ γεγεννημένον παρ' ἀκολουθίαν φύσεως. Τίς ἐξ αἰῶνος εἶδε παρθένον γεννήσασαν; Ἵνα οὖν μὴ εἰς ἀπιστίαν πολλὴν χωρήσωσιν οἱ Ἰουδαῖοι, 50.742 προλαμβάνει καὶ σκιαγραφεῖ ἐν τῇ Σάῤῥᾳ τὴν ἀλήθειαν, ἵνα ὅταν ἀπορήσωσιν, πῶς ἡ παρθένος ἐγέννησε, μᾶλλον ἀναμνησθέντες εἴπωσι, πῶς ἡ Σάῤῥα ἐγέννησε; μᾶλλον δὲ ἐκείνῳ τῷ λόγῳ, πῶς ἡ γῆ παρθένος οὖσα ἐγέννησε; Σκαπάνη οὐκ ἦν, ὁ γεωργῶν αὐτὴν οὐχ ὑπῆρχεν, ὑετὸς οὐ κατῆλθε, βοτάνη εἰς αὐτὴν οὐκ ἀνῆλθεν, αὖλαξ αὐτῆς οὐκ ἀνετμήθη, χέρσος ἦν, σπερμάτων καταβολὴν οὐκ ἐδέξατο, ψεκὰς οὐκ ηὔφρανεν αὐτήν. Εἰπέ μοι οὖν, πῶς παρθένος οὖσα τὰ μυρία γένη τῶν βοτανῶν ἐβλάστησεν; Ἀλλ' οὐκ ἔχεις ἑρμηνεῦσαι τὸ γεγενημένον, ἀλλὰ λέγεις, ὡς ἠθέλησεν ὁ Θεός. Τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ τῆς παρθένου, ἐπειδὴ ἀπορεῖς, μάθε μὴ περιεργάζεσθαι ὅταν Θεὸς ἐργάζηται· μὴ ἐρώτα τὰ κατὰ φύσιν, ὅταν ὁ τῆς φύσεως τεχνίτης ἐργάζηται· μὴ πολυπραγμόνει. Εἶπε, Βλαστησάτω ἡ γῆ, καὶ εὐθέως εἰσῆλθεν ὁ λόγος εἰς τὰς λαγόνας τῆς γῆς, καὶ διήγειρεν αὐτῆς τὰς ὠδῖνας, καὶ ἡ παρθένος ἐγέννα. Λόγος εἷς ἦν ὁ προελθὼν, καὶ μυρία γένη τῶν βοτανῶν ἐβλάστησε, καὶ ἡ γῆ τὸν ἴδιον ἀνελάμβανε κόσμον διὰ τοῦ λόγου· Καὶ ἦν ἰδεῖν τὴν γῆν κυμαινομένην, τὰ πτηνὰ, τὰ ἔνυδρα, τὰ χερσαῖα, τοὺς λειμῶνας, τὰ ἄνθη, τὰ δένδρα, τὴν ἄμπελον, τὴν ἐλαίαν, τὰ μυρία γένη τῶν