1

 2

 3

 4

 5

 6

 7

5

δένδρων, τὰ ἄωρα, τὰ ὥριμα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν, τὰ παρὰ λίμνας, τὰ παρὰ ποταμοὺς, τὰ παρὰ πηγὰς, τὰ ἐν τοῖς ὄρεσι. Λόγος εἷς ἦν ὁ ἐργαζόμενος, καὶ ἡ γῆ τὴν οἰκείαν εὐπρέπειαν ἀπελάμβανεν. Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, πῶς τοῦτο· ἀλλ' οὐκ ἔχεις. Ὁρᾷς πῶς ἡ πλάνη παρ' ἑαυτῆς ὑποσκελίζεται; Πρόσεχε ἀκριβῶς. Ὡς γὰρ ἔλεγον, ὅταν μέλλῃ ὁ Θεὸς διοικεῖν τι πρᾶγμα ἄπιστον δοκοῦν εἶναι τοῖς ἀνθρώποις, προλαμβάνει τὸν τύπον καὶ τὴν σκιὰν, ἵνα μὴ αἰφνίδιον ἐλθοῦσα ἡ ἀλήθεια εἰς ἀπιστίαν αὐτοὺς ἐμβάλῃ. Ἔδει κατελθεῖν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ βαπτίσαι τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποπνῖξαι, καὶ τὸν ἀνανεῶσαι θέλοντα τὴν ἁμαρτίαν καταποντίσαι, καὶ τὴν εὐλογίαν ἐπαναγαγεῖν, καὶ τὴν κατάραν ἀφανίσαι, καὶ τὴν δικαιοσύνην χαρίσασθαι, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ποιῆσαι· μοιχὸν ἔμελλε λαμβάνειν, καὶ υἱὸν ποιεῖν· ὅπερ οὖν καὶ ἐποίησε· μὴ ὄντα ἄξιον γῆς ἤμελλε λαμβάνειν, καὶ ἄξιον οὐρανοῦ ποιεῖν. Ἐπεὶ οὖν τοῦτο μέγα ἦν τὸ θαῦμα καὶ ἄπιστον τοῖς πολλοῖς, πῶς ἡ αὐτὴ φύσις τὸν ἕνα ἄνθρωπον πνίγει καὶ δικαιοῖ, τὴν ἁμαρτίαν ἀφανίζει, καὶ τὴν ἀλήθειαν ἐπανάγει· ἵνα οὖν μὴ λέγωσιν Ἰουδαῖοι, μῦθος τὰ τῶν Χριστιανῶν, πῶς οἷόν τε τὸ αὐτὸ ὕδωρ τὸν μὲν πνίγειν, τὸν δὲ ζωοποιεῖν; ἕν ἐστι τὸ ὕδωρ, καὶ πῶς δύναται δύο ἐνεργείας ἔχειν; Τί οὖν προδιοικεῖ ὁ Θεὸς, ἵνα ἡ ἀναισχυντία τῶν Ἰουδαίων ἐλέγχηται; Οἱ υἱοὶ Ἰσραὴλ κατεπονοῦντο ἐν Αἰγύπτῳ, ἐν τοῖς ἔργοις, καὶ τῇ πλίνθῳ προσηλωμένοι καὶ τοῖς ἄλλοις πονήμασι· καὶ ἐβόων κλαίοντες καὶ λέγοντες, τίς ἡμᾶς ῥύσεται ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων; ἀπολώλαμεν, ἐξολώλαμεν ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Τί οὖν; εἰσήκουσεν αὐτῶν ὁ Θεὸς, καὶ πέμπει τὸν Μωϋσέα, σημείοις καὶ τέρασιν αὐτὸν ὁπλίσας. Ἦλθεν ὁ Μωϋσῆς φέρων τὰς κατὰ τοῦ Φαραὼ τιμωρίας· στρατόπεδον πονηρῶν ἀκρίδων ἐπήγαγε, βροῦχον ἐκέλευσε, καὶ παρεγένετο· τὸ ὕδωρ εἰς αἷμα μετέβαλε, φλυκτίδας ἐποίησεν ἀναζέσαι ἐν 50.743 τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. Εἶτα ὡς μετὰ τὰς πληγὰς ταύτας οὐκ εἶξεν ὁ Φαραὼ, λοιπὸν ὁ Θεὸς θάνατον τῶν πρωτοτόκων ἐπάγει· εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον χρὴ γὰρ ἐπιτεμεῖν, ἵνα μὴ περὶ τὰ αὐτὰ εἱλούμενοι μὴ πληρώσωμεν τὴν ὑπόσχεσιν, ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, καὶ ἦλθον παρὰ τὴν θάλασσαν. Ἐστρατοπέδευσε Φαραὼ ὀπίσω αὐτῶν μετὰ πλήθους ἁρμάτων καὶ ἵππων· ὡς δὲ εἶδεν Ἰσραὴλ τὴν παράταξιν, ἐφοβήθη. Ἦλθον δὲ ἐπὶ τοῦ χείλους τῆς θαλάσσης· καί φησιν ὁ Θεὸς τῷ Μωϋσεῖ, Τί βοᾷς πρός με; καὶ μὴν οὐδὲν ἔλεγε Μωϋσῆς. Ἀλλά φησι, Θεός εἰμι, οὐ τὰ ἐκ χειλέων μόνον ἀκούων, ἀλλὰ καὶ τὰ ἐν τῇ καρδίᾳ γνωρίζων, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τῷ κράζειν ἡ εὐχὴ, ἀλλ' ἐν τῇ γνώμῃ. Τί βοᾷς πρός με; Τὰ μὲν γὰρ χείλη αὐτοῦ οὐκ ἐλάλει, ἡ δὲ καρδία ἐβόα· εὐχὴ γὰρ ἀπὸ γνώμης ἀγαθῆς ζητεῖται, οὐκ ἀπὸ κραυγῆς ἰσχυρᾶς. Τί βοᾷς πρός με; Ἔκτεινον τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου ἐπὶ τὸ ὕδωρ, καὶ δίελθε σὺ καὶ πᾶς Ἰσραήλ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν ῥάβδον τὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ ἡ ἄτακτος ῥύμη τῶν ὑδάτων ἐχερσώθη, καὶ τῆς ἰδίας φύσεως ἐπελάθετο. Τοιοῦτον γὰρ τὸ στοιχεῖον, ὅταν νεύσῃ ὁ Θεὸς, καὶ αὐτὰ τῆς οἰκείας φύσεως ἐπιλανθάνεται, καὶ τὴν ἐνέργειαν χαλινοῖ. Καθάπερ γὰρ θεραπαινὶς εὐγνώμων ἡ θάλασσα, ∆εσπότου δοῦλον ἰδοῦσα, ἐπείθετο καὶ ὑπήκουσεν· ὑπήκουσε δὲ οὐ ξύλον τὸ ξηρὸν αἰδουμένη, ἀλλὰ διὰ τὸν μέλλοντα ἐν τῷ ξύλῳ σταυροῦσθαι. Εἶδεν οὖν τὴν εἰκόνα, καὶ εὐθὺς ἐνενόησε τὴν ἀλήθειαν, καὶ ὑπεχώρησε. Πάρελθε, φησὶ, σὺ καὶ πᾶς ὁ λαὸς Ἰσραήλ. Εἶτα παρῆλθεν αὐτὸς καὶ πᾶς Ἰσραήλ· ἐπηκολούθησαν δὲ καὶ οἱ Αἰγύπτιοι καταδιώκοντες ἐκείνους, ὅ τε Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ καὶ οἱ ἱππεῖς. Εἶτα τῶν υἱῶν Ἰσραὴλ παρελθόντων ἐπῆλθε τὸ ὕδωρ καὶ ἐκάλυψε τοὺς Αἰγυπτίους. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, πῶς τὸ ὕδωρ τὸ ἐπὶ τοῦ βαπτίσματος δύο ἐνεργείας ἔχει, καὶ τὸν μὲν πνίγει, τὸν δὲ ζωοποιεῖ; εἰπέ μοι, πῶς ἡ θάλασσα ἐκείνη, μία οὖσα τῇ φύσει, τοὺς μὲν ἐζωοποίησε, τοὺς δὲ ἀπέκτεινε, τοὺς μὲν ἀπέπνιξε, τοῖς δὲ ὁδὸς ἐγένετο, καίτοι μία ἦν ἡ ἄτακτος ῥύμη τῶν ὑδάτων; καὶ