1

 2

 3

 4

 5

 6

 7

4

ἀλείφωσιν εὐχαῖς, ὁμονοίᾳ, ἀγάπῃ· εἰδότες ὡς εἰ μὴ τοὺς προβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ' ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆλον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην διῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθών τις καὶ τὰς πνευματικὰς ταύτας ἀμπέλους ἰδὼν, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐδενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη καὶ ἀναγινωσκομένη.

∆είκνυσι γὰρ τὴν πηγὴν ὁ ποταμὸς, καὶ ὁ καρπὸς τὴν ῥίζαν. Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρὸν, καθ' ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκωμίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολία τότε ἦν, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολλῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ' αὐτοῦ τὴν ἀρχὴν λαβοῦσα ἐνεκόπτετο, τῆς ἐκείνου σοφίας πάντα προορώσης· ἀλλ' ὅμως ἐφ' ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγεται. ∆ιὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μακαρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαῖα πάντα, πρὸς ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα. Καὶ γὰρ ἑορτὴ μέλλει προσελαύνειν, ἡ πασῶν τῶν ἑορτῶν σεμνοτάτη καὶ φρικωδεστάτη, ἣν οὐκ ἄν τις ἁμάρτοι μητρόπολιν πασῶν τῶν ἑορτῶν προσειπών.

Τίς δέ ἐστιν αὕτη; Ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις. δʹ. Ἀπὸ γὰρ ταύτης τὰ Θεοφάνια, καὶ τὸ Πάσχα τὸ ἱερὸν, καὶ ἡ Ἀνάληψις, καὶ ἡ Πεντηκοστὴ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἔλαβον. Εἰ γὰρ μὴ ἐτέχθη κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐβαπτίσθη, ὅπερ ἐστὶ τὰ Θεοφάνια· οὐκ ἂν ἐσταυρώθη, ὅπερ ἐστὶ τὸ Πάσχα· οὐκ 48.753 ἂν τὸ Πνεῦμα κατέπεμψεν, ὅπερ ἐστὶν ἡ Πεντηκοστή. Ὥστε ἐντεῦθεν, ὥσπερ ἀπό τινος πηγῆς, ποταμοὶ διάφοροι ῥυέντες, αὗται ἐτέχθησαν ἡμῖν αἱ ἑορταί. Οὐ κατὰ τοῦτο δὲ μόνον δικαία ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ' ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι. Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν· εἰ γὰρ καὶ ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ θνητὸν σῶμα ἀνέλαβε· καὶ ἦν μὲν καὶ τοῦτο θαυμαστόν· τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον. Ὃ δὴ καὶ Παῦλος θαυμάζων ἔλεγεν· Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ποῖον μέγα; Θεὸς ἐφανερώθη ἐν σαρκί. Καὶ πάλιν ἀλλαχοῦ· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ∆ιὰ τοῦτο μάλιστα ἀσπάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου· διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγενέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, ἵνα ἴδωμεν τὸν ∆εσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κείμενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα. Ποία γὰρ ἡμῖν ἀπολογία, ποία δὲ συγγνώμη, ὅταν αὐτὸς μὲν ἐκ τῶν οὐρανῶν δι' ἡμᾶς καταβαίνῃ, ἡμεῖς δὲ