1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

αὐτὸ εὑρίσκομεν, καὶ διὰ τοῦτο παραγενόμενον. Πῶς οὖν ἐνταῦθά φησιν, Εἰ δυνατόν; Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ Θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες, ὅτι σάρκα οὐκ ἀνέλαβεν, εἰ μηδὲν τούτων εἴρητο, τί οὐκ ἂν εἶπον; ∆ιὰ τοῦτο προλέγει μὲν ὡς Θεὸς ἐκεῖ, καὶ ἐπιθυμεῖ γενέσθαι τὸ πάθος· φεύγει δὲ καὶ παραιτεῖται ἐνταῦθα, ὡς ἄνθρωπος. Ὅτι γὰρ ἑκὼν ἐπὶ τὸ πάθος ἤρχετο, φησὶν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτήν. Πῶς οὖν λέγει, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Καὶ τί θαυμάζεις, εἰ πρὸ τοῦ σταυροῦ τοσαύτην ἐποίησε σπουδὴν, πιστώσασθαι τῆς σαρκὸς τὴν ἀλήθειαν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα οὐ παρῃτήσατο αὐτῷ καὶ τραύματα καὶ τύπους ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν, Ἐρεύνησον καὶ ἴδε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει; ∆ιὰ τοῦτο οὐδὲ ἐξ ἀρχῆς τελείας ἡλικίας τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι, καὶ τεχθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ χρόνον τοσοῦτον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου, καὶ τοῖς ἄλλοις ἅπασιν αὐτὸ τοῦτο πιστώσηται. Ἐπειδὴ γὰρ ἄγγελοι πολλάκις ἐπὶ τῆς γῆς ἐφάνησαν ἐν ἀνθρώπου τύπῳ, καὶ αὐτὸς δὲ ὁ Θεὸς, τὸ δὲ φαινόμενον οὐκ ἦν σαρκὸς ἀλήθεια, ἀλλὰ συγκατάβασις· ἵνα μὴ νομίσῃς καὶ ταύτην τὴν παρουσίαν τοιαύτην εἶναι, οἷαι ἐκεῖναι ἐγένοντο, ἀλλὰ πιστωθῇς ἀληθῶς, ὅτι σὰρξ ἦν ἀληθινὴ, καὶ συνελήφθη, καὶ ἐτέχθη, καὶ ἐτράφη, καὶ ἐπὶ φάτνης ἐτέθη, οὐκ ἐν οἰκίσκῳ τινὶ, ἀλλ' ἐν καταλύματι, πλήθους ἀπείρου παρόντος, ἵνα δημοσιεύηται αὐτοῦ ἡ γέννησις. ∆ιὰ τοῦτο καὶ σπάργανα, καὶ προφητεῖαι ἄνωθεν αὐτὸ τοῦτο λέγουσαι, οὐχ ὅτι ἄνθρωπος ἔσται μόνον, ἀλλ' ὅτι καὶ συλληφθήσεται, καὶ τεχθήσεται, καὶ τῷ τῶν παιδίων νόμῳ τραφήσεται. Καὶ τοῦτο ὁ Ἡσαΐας βοᾷ λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται· καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Ὁρᾷς πῶς καὶ τὴν προτέραν αὐτοῦ ἡλικίαν προανεφώνησαν; Ἐρώτησον τοίνυν τὸν αἱρετικόν· Θεὸς δειλιᾷ, καὶ ἀναδύεται, καὶ ὀκνεῖ, καὶ λυπεῖται; κἂν εἴπῃ, ὅτι ναὶ, ἀπόστηθι λοιπὸν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ καὶ ἐκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν· ἂν δὲ εἴπῃ, ὅτι οὐδὲν τούτων ἄξιον Θεοῦ, εἰπὲ, οὐκοῦν οὐδὲ εὔχεται Θεός· χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ Θεοῦ τὰ ῥήματα ᾖ. Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν Υἱοῦ, ἓν δὲ Πατρὸς, ἐναντία ἀλλήλοις· τὸ γὰρ εἰπεῖν, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦτο δὲ οὐδὲ ἐκεῖνοί ποτε συνεχώρησαν, ἀλλ' ἡμῶν ἀεὶ λεγόντων τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐπὶ τῆς δυνάμεως, ἐκεῖνοι ἐπὶ τῆς θελή 48.766 σεως τοῦτο εἰρῆσθαί φασι, λέγοντες Πατρὸς καὶ Υἱοῦ μίαν εἶναι βούλησιν. Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος τὸ εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἂν δὲ ἐπὶ τῆς σαρκὸς, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, ἐστὶ κατάγνωσις· φύσεως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται, καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Ὅταν οὖν λέγῃ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον· τὸ γὰρ