1

 2

 3

 4

2

εἰς μετάνοιαν. Πρὸς σὲ ἦλθε τὴν κειμένην· ἔγειραι οὖν, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, τουτέστιν, εἰς τὸν τῆς μετανοίας λιμένα. Μηκέτι πρόσχῃς μήτε τοῖς σαρκικοῖς ὀφθαλμοῖς, μήτε τοῖς τῆς διανοίας ἐπὶ τὸν μοιχὸν ἐκεῖνον τὸν πρόξενον τῆς γεέννης καὶ τοῦ ἀκοιμήτου σκώληκος. Ἆρον, φησὶν, ἐντεῦθεν ἆρον· οὐ γὰρ βούλομαί σε κεῖσθαι. ∆ιάῤῥηξον τὸ τῆς ἁμαρτίας σύμβολον· λοῦσαι τοῖς δάκρυσιν, οὐκ εἰς τὴν κολυμβήθραν, ἀλλ' εἰς τὴν ἐκκλησίαν· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς χαρίσασθαί σοι τὸ πρῶτον ἀξίωμα. Μὴ διδάξῃς τὸν κεραμέα, πῶς τὸ ἴδιον διορθώσηται πλάσμα. Ἥμαρτες; Ἡσύχασον· μὴ εἴπῃς· Καὶ πῶς οἷόν τε εἰς τὸ πρῶτόν με ἐλθεῖν ἀξίωμα; μὴ λέγε τοῦτο, ὦ παρθένε· Θεὸς γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Ἄκουε τοῦ ∆εσπότου πῶς ὀνειδίζει τὴν ἀπόγνωσιν διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις τῆς θυγατρὸς τοῦ λαοῦ μου;

Ὢ τοῦ συμπαθοῦς ἰατροῦ! οὐκ ἐγκαλεῖ ἐπὶ πταίσματι, ἀλλ' ἐπὶ τῇ ἀμελείᾳ· οὐκ εἶπε, ∆ιὰ τί ἐπλήγης; ἀλλὰ, ∆ιὰ τί οὐκ ἐθεραπεύθης; οὐκ εἶπε, ∆ιὰ τί ἔπεσες; ἀλλὰ ∆ιὰ τί οὐκ ἀνέστης; Ὅτι δέ σε λαμπροτέραν ὁ Κύριος διὰ τῆς μετανοίας παραστῆσαι βούλεται, ἄκουε αὐτοῦ διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρ60.743 τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Οὔτε ἂν ὁ Ἀπόστολος ἄκαιρον ἤλγησε πόνον, εἰ μὴ πρότερον τῆς τοῦ ∆εσπότου ἀγαθότητος τὰς συνθήκας ἐδέξατο· οὐκ ἂν ἔλεγε, Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐπειδὴ γὰρ, φησὶ, τὴν κατ' εἰκόνα Θεοῦ γενομένην ψυχὴν τῷ ψυχοφθόρῳ προέδωκας δαίμονι, πόρνης μέλη τὰ τοῦ Χριστοῦ μέλη ποιήσασα· ἕως τοσούτου οὐ παύομαι πενθῶν καὶ θλιβόμενος, ἕως ἂν πάλιν ἴδω μεμορφωμένον ἐν σοὶ τὸν Χριστὸν, τὸ τῆς σωφροσύνης κάλλος ἐνδεδυμένην. Μὴ ἀποῤῥίψῃς τὸ βραβεῖον τῆς μετανοίας, παρακαλῶ, δέομαι καὶ ἀντιβολῶ· ἄνδρισαι, ἅγνισαι, ἄλειψαι πνευματικῶς· πολυπλασιάζει ὁ Ἀπόστολος τὴν παράκλησιν· ∆ιὰ τὸν Χριστὸν πρεσβεύω, καταλλάγητε τῷ Θεῷ. ∆έεται ὁ Ἀπόστολος, ἵνα τὴν μεμνηστευμένην τῷ Χριστῷ καὶ τὰς συνθήκας λύσασαν πάλιν ἀνακαλέσηται. Ὁ φιλάνθρωπος ∆εσπότης λέγει· Οὐ μνησικακῶ ἐπὶ τῇ ὕβρει τῇ γενομένῃ· ἡ ἐμὴ ἐνύβρισται κοίτη, ἡ ἐμὴ ἠτίμασται συζυγία· ἀλλ' εἰς οὐδὲν τῶν γενομένων ἐγκαλῶ, ὧν ἐποίησας.

∆ιὰ τί δὲ πολεμοῦντος τοῦ ὑπεναντίου μὴ ἀντέστης; πῶς οὐκ ἐτροπώσω τὰ ἰοβόλα αὐτοῦ βέλη τῷ τύπῳ τοῦ σταυροῦ μου; Οὐχὶ ἐγὼ διὰ τοῦτο εἰς παρθενικὴν γαστέρα ἐνῴκησα, ἵνα ἡ ἔκπαλαι διὰ τῆς ἀπάτης ἀτιμασθεῖσα φύσις τιμηθῇ διὰ τῆς παρθενίας; Παρθένον γὰρ τὴν Εὔαν οὖσαν ὁ ἐχθρὸς ᾐχμαλώτευσε, καὶ διὰ παρθενίας πάλιν ταύτην ἐν παραδείσῳ εἰσήγαγον. Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι οὐδείς ἐστιν, ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ οἰκίαν, καὶ ἀπαρνήσηται πάντα τὰ τοῦ βίου, ὃς οὐ μὴ ἑκατονταπλασίονα λήψηται, καὶ ζωὴν αἰώνιον κληρονομήσῃ; οὐκ ἤκουσάς μου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οἱ δουλεύοντές μοι εὐφρανθήσονται; οὐχὶ δι' αὐτοῦ τοῦ δούλου μου Ἡσαΐου ἐπηγγειλάμην τοῖς ἐν ἁγνείᾳ τηροῦσι τὸ σῶμα κληρονομεῖν ἀγαθὰ πολλὰ, καὶ καρποὺς κρείσσονας υἱῶν καὶ θυγατέρων; οὐχὶ διὰ παρθενίας τὴν κορυφήν μου ἐκράτησεν; οὐχὶ Ἰωάννης ὁ υἱὸς Ζεβεδαίου διὰ παρθενίας παρ' ἐμοῦ υἱὸς βροντῆς ἐκλήθη, καὶ υἱὸς τῆς μητρός μου; πῶς οὐκ ἤκουσας τοῦ ἀποστόλου μου Παύλου λέγοντος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε; Ναὶ, φησὶ, Κύριε· ἀλλὰ τὴν δούλην σου τὴν ἀναξίαν οἰκτείρησον, καὶ μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ ἐν ὀργῇ σου παιδεύσῃς με. Ὁ γὰρ ἀρχέκακος καὶ ἀνθρωποκτόνος ἐχθρὸς βέλος ἠκόντισε πρός με ἰοβόλον, καὶ περιέδραμέ μου τὴν καρδίαν καὶ τοὺς νεφροὺς καὶ τὰ λοιπὰ αἰσθητήρια, καὶ ἐπελαθόμην τοῦ φόβου σου, καὶ τῆς δικαίας σου ἀνταποδόσεως· ἠμαύρωσε γάρ μου τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸ ἔνδον ἐπιγινόμενον πῦρ.