1

 2

 3

 4

 5

 6

 7

3

τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος. Ὁ μαθητὴς ἀπειλὴν οὐκ ἤνεγκεν εὐτελοῦς κορασίου· ὁ δὲ λῃστὴς ὁρῶν δῆμον ὁλόκληρον περιεστῶτα, βοῶντα, μαινόμενον, βλασφημίας καὶ σκώμματα ἐξακοντίζοντα, οὐ προσέσχεν ἐκείνοις, οὐκ ἐνενόησε τὴν φαινομένην εὐτέλειαν τοῦ σταυρουμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ κωλύματα ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν ∆εσπότην, καὶ αὐτῷ προσπεσὼν ἔλεγε· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸν λῃστὴν τοῦτον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν, ὃν οὐκ ἐπῃσχύνθη ὁ ∆εσπότης ὁ ἡμέτερος πρῶτον εἰσαγαγεῖν εἰς τὸν παράδεισον· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον πρὸ τῆς φύσεως ἁπάσης ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τὸ καθ' ἕκαστον ἀκριβῶς ἐξετάσωμεν, ἵνα μάθωμεν τοῦ σταυροῦ τὴν δύναμιν.

Οὐκ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τὸν Πέτρον· ∆εῦρο ὀπίσω μου, καὶ ποιήσω σε ἁλιέα ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μᾶλλον δὲ οὐδὲ ῥήματος αὐτὸν ὅλως ἠξίωσεν· οὐ θαῦμα ἔδειξεν, οὐ νεκρὸν ἀνιστάμενον ἐθεάσατο, οὐ δαίμονας ἀπελαυνομένους· οὐ θάλατταν εἶδεν ὑπακούσασαν, οὐ περὶ βασιλείας αὐτῷ τι εἶπεν, οὐ περὶ γεέννης· καὶ πρὸ πάντων αὐτὸν ὡμολόγησε, καὶ ταῦτα, τοῦ ἑτέρου λοιδοροῦντος· ἐλοιδόρει γὰρ αὐτὸν ὁ ἄλλος λῃστής. Καὶ γὰρ καὶ ἄλλος λῃστὴς ἦν ἐσταυρωμένος μετ' αὐτοῦ, ἵνα πληρωθῇ ἐκεῖνο, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ πανταχόθεν διέλαμπεν ἡ ἀλήθεια, καὶ ηὔξετο διὰ τῶν κωλυμάτων αὐτῶν. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἄλλος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν σταυρῷ, ἀμφότεροι ἀπὸ βίου λῃστρικοῦ, ἀμφότεροι ἀπὸ πονηρίας· ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν ἐπέμπετο. Οὕτω καὶ χθές· μαθηταὶ καὶ μαθητὴς, Ἰούδας καὶ οἱ ἕνδεκα· ἀλλ' ἐκεῖνοι μὲν ἔλεγον· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; οὗτος δὲ προδοσίαν παρεσκευάζετο καὶ ἔλεγε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; κἀκεῖνοι μὲν πρὸς διακονίαν ηὐτρεπίζοντο καὶ τὴν θείαν μυσταγωγίαν, οὗτος δὲ πρὸς τὸ προδοῦναι ἔσπευδεν. Οὕτω καὶ ἐνταῦθα λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν λοιδορεῖ, ὁ δὲ προσκυνεῖ· καὶ ὁ μὲν βλασφημεῖ, ὁ δὲ εὐφημεῖ, καὶ τὸν βλασφημοῦντα ἐπιστομίζει λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.

γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν ἐν

τιμωρίᾳ, καὶ εὐλάβειαν ἐν κολάσει; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι φρένας εἶχε, τῶν ἥλων αὐτῷ ἐμπεπαρμένων, τίς οὐκ ἂν ἐκπλαγείη, Ὁ δὲ οὐ μόνον ἐν ἑαυτῷ ἦν, ἀλλὰ καὶ τὰ καθ' ἑαυτὸν ἀφεὶς, τὰ τῶν ἄλλων ἐφρόντιζε, διδάσκαλος ἐν σταυρῷ γινόμενος, καὶ ἐπιτιμῶν καὶ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Μὴ πρόσεχε, φησὶ, τῷ κάτω δικαστηρίῳ· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἔστιν ἀδέκαστον δικαστήριον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· τὰ γὰρ ἄνω οὐ τοιαῦτα· ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ ἀνεύθυνοι κολά 49.403 ζονται. Καὶ γὰρ ἑκόντες καὶ ἄκοντες πολλὰ ἁμαρτάνουσιν οἱ δικάζοντες· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατώμενοι, ἢ εἰδότες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες, προέδωκαν πολλάκις τὴν ψῆφον. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ὁ γὰρ Θεὸς κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται οὐκ ἔχον σκότος οὐδὲ ἄγνοιαν.

Ἵνα γὰρ μὴ λέγῃ, ὅτι κατεδικάσθη κάτω καὶ κατεκρίθη, ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄνω δικαστήριον· ἀνέμνησεν ἐκείνου τοῦ φοβεροῦ βήματος, μονονουχὶ