1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

οὐ χρεία χρημάτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται· κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν· οὐδὲ γὰρ οἴκοθεν φθεγγόμεθα, ἀλλ' ἐπὶ τὸν νομοθέτην ἅπαντας ὑμᾶς ἄγομεν. Ἕπεσθε τοίνυν, τῶν θείων ἀκούετε νόμων. Ποῦ τοίνυν περὶ ὀργῆς καὶ τοῦ μνησικακεῖν διελέχθη; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ, μάλιστα δὲ διὰ τῆς παραβολῆς ἐκείνης, ἣν πρὸς τοὺς μαθητὰς ἔλεγεν, οὑτωσί πως ἀρξάμενος· ∆ιὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν 51.20 δούλων αὑτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος ἐκεῖνος εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι ὅ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ ἠγανάκτησαν, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν. Τότε καλέσας αὐτὸν ὁ κύριος αὐτοῦ εἶπε· ∆οῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Τότε παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. γʹ. Ἡ μὲν παραβολὴ αὕτη· δεῖ δὲ εἰπεῖν, τίνος ἕνεκεν μετὰ αἰτίας αὐτὴν προτέθεικεν· οὐ γὰρ ἁπλῶς εἶπεν, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ, ∆ιὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν. Τίνος οὖν ἕνεκεν ἡ αἰτία πρόσκειται; Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ' ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν διδάσκοντος, Πέτρος, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος, τὸ στόμα τῶν μαθητῶν, ὁ στῦλος τῆς Ἐκκλησίας, τὸ στερέωμα τῆς πίστεως, ὁ τῆς ὁμολογίας θεμέλιος, ὁ τῆς οἰκουμένης ἁλιεὺς, ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν, ὁ πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων, μᾶλλον δὲ ἀγάπης, ἢ παῤῥησίας, σιγώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν μάθῃ, φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει, καὶ πλέον ἐκεῖνος μάλιστα πάντων αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων τὰ ἁμαρτήματα τῶν πλησίον παρατρέχων καὶ μὴ πικρῶς ἐξετάζων, βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰπόντος αὐτοῦ, Ἕως ἑπτάκις; καὶ νομίσαντος αὐτοῦ 51.21 μεγάλα φιλοτιμεῖσθαι, καὶ δαψιλεύεσθαι, ἄκουσον τί φησιν· Οὐ λέγω σοι, ἕως ἑπτάκις, ἀλλ' ἕως