1

 2

 3

 4

 5

3

ἐστιν ὁ Ἰησοῦς, καὶ ἄλλος δὲ καλεῖ αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. Τοῦτο γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἀνελήφθη ὁ Ἰησοῦς, ἀλλ' ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. ∆ιὰ τοῦτο εἶπεν, Ἰησοῦς ὁ Ναζωραῖος· ἵνα γνῷ, ὅτι αὐτός ἐστιν ὁ τότε καὶ νῦν. Εἰσῆλθεν οὖν χειραγωγούμενος ὁ Παῦλος εἰς ∆αμασκὸν, καὶ ἀπῆλθε πρὸς Ἀνανίαν, καὶ ἐπέθηκε τὰς χεῖρας εἰς τοὺς ὀφθαλμοὺς τοῦ Παύλου, καὶ ἰάσατο αὐτόν. Πολλὴ μὲν ἡ ἱστορία, ἀλλὰ διὰ βραχέων βούλομαι διηγήσασθαι ὑμῖν. Ἀναβλέψας δὲ αὐτὸς εὐθὺς ἐδίδασκεν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ἀκούσαντες δὲ οἱ Ἰουδαῖοι ὅτι ὁ Παῦλος διδάσκει ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐζήτουν αὐτὸν πιάσαι. Οἱ δὲ μαθηταὶ τοῦ Παύλου ἰδόντες ἐνέβαλλον αὐτὸν εἰς σπυρίδα, καὶ ἐχάλασαν διὰ τοῦ τείχους κάτω, καὶ οὕτως ἔφυγε καὶ ἀνῆλθεν εἰς Ἱεροσόλυμα. Ὢ μακαρίας ἐκείνης σπυρίδος, ἥτις τοιοῦτον ὀψώνιον τῇ οἰκουμένῃ ἔπεμψεν. Ὁμοίως δὲ καὶ ὁ μακάριος Ἰωάννης οὐ τὴν ἔρημον οἰκεῖ, καὶ μετὰ ταῦτα οὐρανοπολίτης ἐγένετο; οὐκ ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι; καὶ διὰ τῶν πενήτων τούτων κατεσκεύασε τὴν τῶν ἀνθρώπων σωτηρίαν; Πόσοι βασιλεῖς, πόσοι τύραννοι, ἢ πόσοι ὕπατοι, πόσοι ἄρχοντες, πόσοι προηγούμενοι ἀπὸ τοῦ αἰῶνος ἐτελεύτησαν, καὶ πάντες λήθῃ παρεδόθησαν; καὶ οὗτοι οἱ οἰκτροὶ, οἱ ἀπεῤῥιμμένοι, οἱ εὐτελεῖς καὶ εὐκαταφρόνητοι λήθῃ οὐ παρεδόθησαν. Ἀλλ' οὗτος ὁ βασιλεὺς, ὁ τὴν πορφυρίδα περικείμενος καὶ τὸ διάδημα ἔχων, δόξαν καὶ περικεφαλαίας χρυσᾶς καὶ στρατιώτας ὑπερασπιστὰς, ἀπέρχεται εἰς τὸν τάφον τοῦ ἁλιέως, τοῦ πένητος, τοῦ οἰκτροῦ, τοῦ εὐκαταφρονήτου, καὶ περιπτύσσεται καὶ κλαίει καὶ εὔχεται εἰς τὸν δοξάσαντα αὐτόν. Τίς πείθει τὸν βασιλέα ταῦτα ποιεῖν; τίς; Ἐγὼ λέγω. Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις. Ὁ εἰπὼν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· κἀγὼ ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὗτός ἐστιν ὁ τοιαύτην αὐτοῖς χαρισάμενος τέχνην. Ὁρᾷς πόσον ἰσχύουσιν οἱ πένητες; Οὐ μόνον τοῦτο, 60.710 ἀλλὰ καὶ δαιμονιῶντες ἀπέρχονται εἰς τοὺς τάφους αὐτῶν, καὶ ἀνακρίνονται. Ὁρᾷς, ὅτι οἱ νεκροὶ τῶν ζώντων δυνατώτεροί εἰσι; Μὴ ἔτι ἀπόῤῥιπτε τοὺς πένητας. Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐλεημοσύνην, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαμβάνων, καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βάλλειν αὐτὸν ἔξω. Οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πτωχὸν ἔξω, τὸν Χριστὸν ἐδίωξας; Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς ὅτι ἐὰν ὑβρίζῃς τὸν πένητα, τὸν Χριστὸν ἀτιμάζεις; Ὅσα γὰρ τῷ πένητι ποιήσεις, εἰς Χριστὸν ἀνατρέχει, καθὼς αὐτὸς εἶπε. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως ἂν βελτίους γένησθε· γέγραπται γὰρ, Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων. Παρακοὴ θάνατον κατεργάζεται. Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς; πῶς ἀπέρχῃ ἐν τῇ ἐκκλησίᾳ, καὶ εὔχῃ; πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν; οὐκ ἐρυθριᾷς; οὐ τρέμεις; οὐ φρίττεις; Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ εὔξασθαι; Ποίησον ἐλεημοσύνην, ἵνα ἐγγραφῇ σου ἡ ἐλεημοσύνη καὶ ἡ δέησις. Ἐνίοτέ τινες ἐκβάλλουσι δέησιν παρὰ τοῦ βασιλέως τοῦ ἐπιγείου, καὶ ἀναλίσκουσι διακοσίους χρυσίνους, καὶ πολλάκις οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλὰ ὡς σχεδάριον κατέχουσιν αὐτὸ, καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναί σου τὴν δέησιν; Ἐνταῦθα ὁ βασιλεὺς ὁ ἐπίγειος ἐπιγράφει, καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπογραφή· ὁ δὲ βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβαίωται. Εἶδες δέησιν δύο