1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

2

ἐπιτειχίζωμεν τῇ προνοίᾳ τοῦ Θεοῦ. Ταῦτα γὰρ πάντα βλασφημίας γέμει, καὶ ἡ ὄντως ταραχὴ καὶ ἀταξία οὐχὶ τῶν πραγμάτων ἐστὶ φορὰ, ἀλλ' ὁ οὕτω διακείμενος λογισμός· ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον· ἀλλ' ὥσπερ ὀφθαλμὸς, νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φανοτάτῃ σκότος ὄψεται, καὶ ἕτερα ἀνθ' ἑτέρων, καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον, ὑγιαίνων δὲ καὶ ἐῤῥωμένος, καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειραγωγεῖν μετὰ ἀσφαλείας· οὕτω καὶ ὁ τῆς διανοίας τῆς ἡμετέρας ὀφθαλμὸς, ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ, κἂν ἄτακτα εἶναι δοκοῦντα ἴδῃ, καλῶς ὄψεται· ὅταν δὲ διεφθαρμένος, κἂν εἰς αὐτὸν ἀναγάγῃς τὸν οὐρανὸν, καὶ τῶν ἐκεῖ πολλὴν ἀταξίαν καταγνώσεται καὶ ταραχήν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, πολλά σοι τῶν πάλαι καὶ τῶν ἐφ' ἡμῶν τούτου κατασκευάσω παραδείγματα. Πόσοι πενίαν φέρουσιν εὐκόλως, καὶ τῷ Θεῷ διὰ τοῦτο εὐχαριστοῦντες οὐ διαλιμπάνουσι; πόσοι πλοῦτον καὶ τρυφὴν ἔχοντες, οὐκ εὐχαριστοῦσιν, ἀλλὰ βλασφημοῦσι τὸν ∆εσπότην; πόσοι μηδὲν παθόντες δεινὸν, κατηγοροῦσι τῆς καθόλου προνοίας; πόσοι δεσμωτήριον τὸν ἅπαντα χρόνον οἰκήσαντες, τῶν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ βεβιωκότων εὐγνωμονέστερον τὴν ἐκεῖ φέρουσι ταλαιπωρίαν; Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις, καὶ ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ τούτων καὶ ἐκείνων αἴτιος, ἀλλ' οὐκ αὐτὴ τῶν πραγμάτων ἡ φύσις. Ὥστε εἰ τῆς διανοίας ἐπιμέλειαν ἐποιούμεθα τῆς ἡμετέρας, οὐκ ἦν ταραχὴ, οὐκ ἦν ἀταξία, οὐκ ἦν τῶν δεινῶν οὐδὲν, εἰ καὶ εὐρίπου παντὸς χαλεπώτερον ἄνω καὶ κάτω τὰ πράγματα τῆς ἡμετέρας ἐφέρετο ζωῆς. ∆ιὰ τί γὰρ, εἰπέ μοι, Παῦλος εὐχαριστεῖ; Καίτοι τῶν ἄριστα βεβιωκότων ἐστὶ, τῶν τῇ ἀρετῇ συνεζηκότων τὸν ἅπαντα χρόνον, τῶν ἥκιστα τοσαῦτα παθόντων δεινά· οὐδεὶς οὔτε δικαιότερος ἐκείνου γέγονε τῶν ὑφ' ἡλίῳ πάντων ἀνθρώπων, οὔτε χαλεπώτερα ἐκείνου πέπονθε τῶν ἐξ οὗ γεγόνασιν ἄνθρωποι. Ἀλλ' ὅμως ὁρῶν πολλοὺς ἐν πονηρίᾳ ζῶντας, καὶ εὐθυμουμένους, καὶ τῶν παρόντων χρημάτων ἀπολαύοντας, εὐχαριστεῖ τῷ Θεῷ καὶ αὐτὸς, καὶ τοῖς ἄλλοις πᾶσι παρῄνει τοῦτο. Πρὸς ἐκεῖνον βλέπετε. Καὶ σὺ ὅταν ἴδῃς τὸν πονηρὸν εὐθυμούμενον, ὅταν ἴδῃς ἐπαιρόμενον, ὅταν ἴδῃς ἐχθρῶν κρατοῦντα, τοὺς λελυπηκότας ἀμυνόμενον, μηδεμίαν ὑποστάντα ζημίαν, πανταχόθεν αὐτῷ τὰ χρήματα ἐπιῤῥέοντα, πάντας τιμῶντας καὶ κολακεύοντας, σαυτὸν δὲ ἐν τοῖς ἐναντίοις πᾶσιν, ἐν ἐπηρείαις, συκοφαντίαις, ἐπιβουλαῖς, μὴ νομίσῃς εἶναι τῶν ἐπεῤῥιμμένων, ἀλλ' εἰς Παῦλον ἰδὼν τὸν τῆς σῆς ὄντα μερίδος, ἀνάβηθι τὴν διάνοιαν, ἀνάκτησαι τοὺς λογισμοὺς, μὴ καταπέσῃς ὑπὸ τῆς ἀθυμίας. Τὸν φίλον τῷ Θεῷ καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας καὶ δυσπραγίας τῆς ἐνταῦθα δοκίμαζε, ἀλλὰ ἂν μὲν ἴδῃς ὀρθῶς ζῶντα, καὶ νόσῳ κενούμενον, καὶ πρὸς εὐσέβειαν βλέποντα, μακάριζε καὶ ζηλωτὸν εἶναι νόμιζε, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ δια 50.752 παντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν μέταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν. Μακάριος γὰρ οὗτός ἐστι, κἂν ἐξορύγηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα. Ἂν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ, καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον, καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον καὶ διὰ τοῦτο τὸν τοιοῦτον, καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς, κἂν πᾶσαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν μὴ δύνηται περιγενέσθαι; Ἀλλ' ἂν μὲν σῶμα ἴδωμεν κακῶς διακείμενον καὶ πυρέττοντα, ἢ ποδαλγίᾳ, ἢ φθόῃ τινὶ, ἢ ἑτέρῳ ἀνηκέστῳ πάθει