1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

3

προκατειλημμένον, δακρύομεν, κἂν πάντων εὐπορώτερος ᾖ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν εὐπορώτερος ᾖ. Ἡ γὰρ αἴσθησις δριμυτέρα γίνεται τῶν δεινῶν, ὅταν ἐν ἀφθονίᾳ τις τῶν ἀναγκαίων ᾖ. Ὁ μὲν γὰρ παρὰ πενίαν κωλυόμενος τῆς ἀπολαύσεως, ἔχει τὴν ἀνάγκην παραμυθίαν· ὁ δὲ κύριος ὢν πάσῃ κεχρῆσθαι, καὶ κωλυόμενος ὑπὸ τῆς ἀῤῥωστίας, αὐτῷ τούτῳ μᾶλλον ἐμπίπραται. Πῶς οὖν οὐκ ἄτοπον εἰ μὲν νοσήματι σωματικῷ προκατειλημμένον ἴδοιμέν τινα, ταλανίζειν αὐτὸν, κἂν εὔπορος ᾖ, ψυχῆς δὲ κακῶς διακειμένης, ψυχῆς, ἧς ἡμῖν ἴσον οὐδὲν οὐδὲ τιμιώτερον, μακαρίζειν δι' ὀλίγα χρήματα, ἢ διὰ πρόσκαιρον τιμὴν, ἢ δι' ἄλλο τῶν ἐνταῦθα μενόντων καὶ μετὰ τῆς ζωῆς ταύτης, μᾶλλον δὲ πολλάκις καὶ πρὸ τῆς ζωῆς, ἡμᾶς ἀπολιμπανόντων; Μὴ, παρακαλῶ. Ταῦτα τῆς ταραχῆς ἡμῖν αἴτια, ταῦτα θορύβου. ∆ιὰ τοῦτο τοῦ Θεοῦ κατηγοροῦσι πολλοὶ, διὰ τοῦτο τὸν κόσμον ἀπρονόητον νομίζουσιν. Ὡς εἰ ᾔδεσαν ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ ἀρετὴ μόνον, οὐ πλοῦτος, οὐ χρήματα, οὐχ ὑγίεια, οὐ δυναστεία, οὐκ ἄλλο οὐδὲν, καὶ ὡς οὐδὲν κακὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ κακία μόνον καὶ πονηρία καὶ διαστροφὴ ψυχῆς, οὐ πενία καὶ νόσος, καὶ ἐπήρεια, καὶ συκοφαντίαι, καὶ τὰ ἄλλα, ἃ νομίζεται εἶναι δεινὰ, οὐκ ἄν ποτε ταῦτα ἐφθέγξαντο, ἅπερ νῦν, οὐκ ἄν ποτε ἐν ἀθυμίᾳ διήγαγον, οὐκ ἄν ποτε ἐμακάρισαν οὓς ταλανίζειν ἐχρῆν, οὐκ ἄν ποτε ἐταλάνισαν οὓς μακαρίζειν ἔδει, οὐκ ἂν ὡς περὶ ὄντων τῶν ἀνθρώπων διέκειντο. Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ, καὶ ὕπνῳ πολλῷ μακαρίζειν ἀνθρώπους οὐδὲν ἕτερόν ἐστιν, ἢ ὡς περὶ ἀλόγων διακεῖσθαι· ἐπεὶ καὶ ἐκείνων τοῦτό ἐστιν ἡ εὐπραγία, μᾶλλον δὲ καὶ ἐν τοῖς ἀλόγοις κακία τοῦτό ἐστι. Πολλοὶ γοῦν καὶ ὄνοι καὶ ἵπποι διεφθάρησαν, ἐν ἀργίᾳ καὶ ἀδηφαγίᾳ ζῶντες. Εἶτα, ἐπὶ μὲν τῶν ἀλόγων ζώων, οἷς ἡ πᾶσα ἀρετὴ ἐν εὐεξίᾳ σώματος, βλαβερὸν τοῦτο· ἐπὶ δὲ τῶν ἀνθρώπων, οἷς πᾶν τὸ κῦρος ἐν τῇ τῆς ψυχῆς εὐγενείᾳ, ἀρετὴν τοῦτο θησόμεθα, καὶ οὐκ αἰσχυνθησόμεθα τὸν οὐρανὸν, καὶ τοὺς τῆς ψυχῆς ἡμῶν συγγενεῖς ἀγγέλους; οὐκ ἐρυθριᾷς καὶ αὐτὴν τοῦ σώματος τὴν φύσιν καὶ τὴν διάπλασιν; οὐ γὰρ ὥσπερ τοῖς ἀλόγοις, οὕτω καὶ ἡμῖν αὐτὸ διετύπωσεν ὁ Θεὸς, ἀλλ' ὡς πρέπον ἦν μέλλον ψυχῇ λογικῇ καὶ ἀθανάτῳ διακονεῖν. ∆ιὰ τί γὰρ τοῖς μὲν ἀλόγοις πᾶσι κάτω νεύοντας ἐποίησε τοὺς ὀφθαλμοὺς ὁ Θεὸς, σοὶ δὲ καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ φέρων αὐτοὺς ἐγκατέθηκεν; οὐκ ἐπειδὴ ἐκείνοις μὲν οὐδὲν πρὸς τὸν οὐρανὸν κοινὸν, σοὶ δὲ μάλιστα τὰ ἄνω 50.753 περισκοπεῖν νόμος καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῆς φύσεως ἐξ ἀρχῆς ἐτέθη; ∆ιὰ τί σοὶ μὲν τὸ σῶμα ὄρθιον ἐποίησεν, ἐκείνοις δὲ πάλιν κάτω νενευκός; οὐχὶ διὰ τὴν αὐτὴν αἰτίαν πάλιν, καὶ ἀπ' αὐτῆς τῆς διαπλάσεως παιδεύων σε, μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, μήτε προστετηκέναι τοῖς παροῦσι πράγμασι; Μὴ τοίνυν καταπροδῶμεν τὴν εὐγένειαν, μηδὲ πρὸς τὴν τῶν ἀλόγων δυσγένειαν ἐξολισθήσωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν εἴπῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. Τὸ γὰρ τρυφῇ, καὶ πλούτῳ, καὶ δόξῃ, καὶ τοῖς παροῦσι πράγμασι τὴν εὐημερίαν ὁρίζεσθαι, οὐκ ἔστιν ἐπεσκεμμένων τὴν οἰκείαν εὐγένειαν, ἀλλ' ἀνθρώπων ἵππων καὶ ὄνων γενομένων. Ἀλλὰ μὴ γέ 50.754 νοιτό τινας τοιούτους ἐνταῦθα παρεῖναι, ἐν ἁγίῳ χορῷ καὶ θεάτρῳ πνευματικῷ, καὶ συλλόγῳ θεοσεβεῖ. ∆ιὰ γὰρ τοῦτο καθ' ἑκάστην ἡμέραν θείας ἀπολαύομεν ἀκροάσεως, ἵνα καθάπερ δρεπάνῃ τῷ λόγῳ, τὰ ὑλομανοῦντα πάθη τῆς διανοίας περικόπτοντες, ἔγκαρπα δένδρα γενώμεθα, καὶ καρπὸν ἐνέγκωμεν ὥριμον, εἰς ἀποθήκην ἀποτιθέμενον βασιλικὴν, δόξαν φέροντα τῷ κοινῷ ∆εσπότῃ καὶ γεωργῷ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡμῖν ζωὴν τὴν ἀθάνατον, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ κράτος, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.